ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ

 ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγ

 Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθο

 Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλα σφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους

 Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν

 Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύ ονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀ

 Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέ πειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί στης ἐσ

 Ἐν τού τοις γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ δι δασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι' αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν

 Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο

 Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγε

 Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ' αὐτῶν λεγό μενα, δεῖξ

 Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι

 Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρ

 Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγο

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑπο κριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ' αὐ τῶν ἐλέγχοις, καὶ ταῖ

 Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ' αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦ

 Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν· εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λό

 ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων κτισμά των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος

 Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι' ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς

 Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσ

 Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν ο

 εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, Γεννᾷ με· ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλ' ἐκ τοῦ Πατρός ἐ

 ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τού του ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτο

 καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμ

 Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκ

 Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖ

 Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ

 Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς, διερευνήσωμεν. Τοῦτο μὲν γὰρ μεγάλως μάλι

 Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέ γεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιό τητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λε γόμενα, τὸ

 Ἀλλ' ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύ

 Κατὰ Ἀρειανῶν λόγος. Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»· καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογη

 6 Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρεια νῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλο

 8 Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βα σιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχ

 9 «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα

 11 Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀ κεῖνοι γάρ φασι δι' ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετ

 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλ

 15 Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολ μῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λ

 25 Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ «ἦν ποτε, ὅτε οὐκ ἦν». Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμ

 26 Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ' ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπ

Chapter XVII.—Introduction to Proverbs viii. 22continued. Absurdity of supposing a Son or Word created in order to the creation of other creatures; as to the creation being unable to bear God’s immediate hand, God condescends to the lowest. Moreover, if the Son a creature, He too could not bear God’s hand, and an infinite series of media will be necessary. Objected, that, as Moses who led out the Israelites was a man, so our Lord; but Moses was not the Agent in creation:—again, that unity is found in created ministrations, but all such ministrations are defective and dependent:—again, that He learned to create, yet could God’s Wisdom need teaching? and why should He learn, if the Father worketh hitherto? If the Son was created to create us, He is for our sake, not we for His.

24 (continued). And here it were well to ask them also this question539    These sections 24–26 are very similar to de Decr. 7, 8, yet not in wording or order, as is the case with other passages., for a still clearer refutation of their heresy;—Wherefore, when all things are creatures, and all are brought into consistence from nothing, and the Son Himself, according to you, is creature and work, and once was not, wherefore has He made ‘all things through Him’ alone, ‘and without Him was made not one thing540    John i. 3.?’ or why is it, when ‘all things’ are spoken of, that no one thinks the Son is signified in the number, but only things originate; whereas when Scripture speaks of the Word, it does not understand Him as being in the number of ‘all,’ but places Him with the Father, as Him in whom Providence and salvation for ‘all’ are wrought and effected by the Father, though all things surely might at the same command have come to be, at which He was brought into being by God alone? For God is not wearied by commanding541    De Decr. 7., nor is His strength unequal to the making of all things, that He should alone create the only Son542    μόνος μόνον, also infr. 30. this phrase is synonymous with ‘not as one of the creatures,’ vid. μόνος ὑπὸ μόνου, supr. p. 12. also p. 75. note 6. vid. μόνως, de Syn. 26, fin. note 2, though that term is somewhat otherwise explained by S. Greg. Naz. μόνως οὐχ ὡς τὰ σώματα, Orat. 25, 16. Eunomius understood by μονογενής, not μόνος γεννηθεὶς but παρὰ μόνου. It should be observed, however, that this is a sense in which some of the Greek Fathers understand the term, thus contrasting generation with procession. vid. Petav. Trin. vii. 11. §3., and need His ministry and aid for the framing of the rest. For He lets nothing stand over, which He wills to be done; but He willed only543    §§29, 31., and all things subsisted, and no one ‘hath resisted His will544    Rom. ix. 19..’ Why then were not all things brought into being by God alone at that same command, at which the Son came into being? Or let them tell us, why did all things through Him come to be, who was Himself but originate? How void of reason! however, they say concerning Him, that ‘God willing to create originate nature, when He saw that it could not endure the untempered hand of the Father, and to be created by Him, makes and creates first and alone one only, and calls Him Son and Word, that, through Him as a medium, all things might thereupon be brought to be545    Vid. de Decr. §8. supr. p. 2. also Cyril. Thesaur. pp. 150, 241. de Trin. p. 523. Basil contr. Eunom. ii. 21. vid. also infr. 29. Orat. iv. 11, 12..’ This they not only have said, but they have dared to put it into writing, namely, Eusebius, Arius, and Asterius who sacrificed546    De Decr. 8..

25. Is not this a full proof of that irreligion, with which they have drugged themselves with much madness, till they blush not to be intoxicate against the truth? For if they shall assign the toil of making all things as the reason why God made the Son only, the whole creation will cry out against them as saying unworthy things of God; and Isaiah too who has said in Scripture, ‘The Everlasting God, the Lord, the Creator of the ends of the earth, fainteth not, neither is weary: there is no searching of His understanding547    Is. xl. 28..’ And if God made the Son alone, as not deigning to make the rest, but committed them to the Son as an assistant, this on the other hand is unworthy of God, for in Him there is no pride. Nay the Lord reproves the thought, when He says, ‘Are not two sparrows sold for a farthing?’ and ‘one of them shall not fall on the ground without your Father which is in heaven.’ And again, ‘Take no thought for your life, what ye shall eat, nor yet for your body, what ye shall put on. Is not the life more than meat, and the body than raiment? Behold the fowls of the air, for they sow not, neither do they reap, nor gather into barns; yet your heavenly Father feedeth them; are ye not much better than they? Which of you by taking thought, can add one cubit unto his stature? And why take ye thought for raiment? Consider the lilies of the field, how they grow; they toil not, neither do they spin: and yet I say unto you, that even Solomon in all his glory was not arrayed like one of these. Wherefore if God so clothe the grass of the field which to-day is, and to-morrow is cast into the oven, shall He not much more clothe you, O ye of little faith548    Matt. x. 29; vi. 25–30?’ If then it be not unworthy of God to exercise His Providence, even down to things so small, a hair of the head, and a sparrow, and the grass of the field, also it was not unworthy of Him to make them. For what things are the subjects of His Providence, of those He is Maker through His proper Word. Nay a worse absurdity lies before the men who thus speak; for they distinguish549    διαίρουσιν, as supr. de Decr. 7. between the creatures and the framing; and consider the latter the work of the Father, the creatures the work of the Son; whereas either all things must be brought to be by the Father with the Son, or if all that is originate comes to be through the Son, we must not call Him one of the originated things.

26. Next, their folly may be exposed thus:—if even the Word be of originated nature, how, whereas this nature is too feeble to be God’s own handywork, could He alone of all endure to be made by the unoriginate and unmitigated Essence of God, as ye say? for it follows either that, if He could endure it, all could endure it, or, it being endurable by none, it was not endurable by the Word, for you say that He is one of originate things. And again, if because originate nature could not endure to be God’s own handywork, there arose need of a mediator550    Vid. ib. 8. vid. also a similar argument in Epiphanius Hær. 76. p. 951. but the arguments of Ath. in these Orations are so generally adopted by the succeeding Fathers, that it is impossible and needless to enumerate the instances of agreement., it must follow, that, the Word being originate and a creature, there is need of medium in His framing also, since He too is of that originate nature which endures not to be made of God, but needs a medium. But if some being as a medium be found for Him, then again a fresh mediator is needed for that second, and thus tracing back and following out, we shall invent a vast crowd of accumulating mediators; and thus it will be impossible that the creation should subsist, as ever wanting a mediator, and that medium not coming into being without another mediator; for all of them will be of that originate nature which endures not to be made of God alone, as ye say. How abundant is that folly, which obliges them to hold that what has already come into being, admits not of coming! Or perhaps they opine that they have not even come to be, as still seeking their mediator; for, on the ground of their so irreligious and futile notion551    And so de Decr. 8., what is would not have subsistence, for want of the medium.

27. But again they allege this:—‘Behold, through Moses too did He lead the people from Egypt, and through him He gave the Law, yet he was a man; so that it is possible for like to be brought into being by like.’ They should veil their face when they say this, to save their much shame. For Moses was not sent to frame the world, nor to call into being things which were not, or to fashion men like himself, but only to be the minister of words to the people, and to King Pharaoh. And this is a very different thing, for to minister is of things originate as of servants, but to frame and to create is of God alone, and of His proper Word and His Wisdom. Wherefore, in the matter of framing, we shall find none but God’s Word; for ‘all things are made in Wisdom,’ and ‘without the Word was made not one thing.’ But as regards ministrations there are, not one only, but man out of their whole number, whomever the Lord will send. For there are many Archangels, many Thrones, and Authorities, and Dominions, thousands of thousands, and myriads of myriads, standing before Him552    i. 62. and Ambros. de Fid. iii. 106., ministering and ready to be sent. And many Prophets, and twelve Apostles, and Paul. And Moses himself was not alone, but Aaron with him, and next other seventy were filled with the Holy Ghost. And Moses was succeeded by Joshua the son of Nun, and he by the Judges, and they not by one, but by a number of Kings. If then the Son were a creature and one of things originate, there must have been many such sons, that God might have many such ministers, just as there is a multitude of those others. But if this is not to be seen, but while the creatures are many, the Word is one, any one will collect from this, that the Son differs from all, and is not on a level with the creatures, but proper to the Father. Hence there are not many Words, but one only Word of the one Father, and one Image of the one God553    §36, note 4.. ‘But behold,’ they say, ‘there is one sun only554    Vid. Euseb. Demon. iv. 5 fin., and one earth.’ Let them maintain, senseless as they are, that there is one water and one fire, and then they may be told that everything that is brought to be, is one in its own essence; but for the ministry and service committed to it, by itself it is not adequate nor sufficient alone. For God said, ‘Let there be lights in the firmament of heaven, to give light upon the earth and to divide the day from the night; and let them be for signs and for seasons and for days and years.’ And then he says, ‘And God made two great lights, the greater light to rule the day, and the lesser light to rule the night: He made the stars also. And God set them in the firmament of the heaven, to give light upon the earth, and to rule over the day and over the night555    Gen. i. 14–18.’

28. Behold there are many lights, and not the sun only, nor the moon only, but each is one in essence, and yet the service of all is one and common; and what each lacks, is supplied by the other, and the office of lighting is performed by all556    §48.. Thus the sun has authority to shine throughout the day and no more; and the moon through the night; and the stars together with them accomplish the seasons and years, and become for signs, each according to the need that calls for it. Thus too the earth is not for all things, but for the fruits only, and to be a ground to tread on for the living things that inhabit it. And the firmament is to divide between waters and waters, and to be a place to set the stars in. So also fire and water, with other things, have been brought into being to be the constituent parts of bodies; and in short no one thing is alone, but all things that are made, as if members of each other, make up as it were one body, namely, the world. If then they thus conceive of the Son, let all men throw stones557    §4, note 2. at them, considering the Word to be a part of this universe, and a part insufficient without the rest for the service committed to Him. But if this be manifestly irreligious, let them acknowledge that the Word is not in the number of things originate, but the sole and proper Word of the Father, and their Framer. ‘But,’ say they, ‘though He is a creature and of things originate; yet as from a master and artificer has He558    Cyril. in Joan. p. 47, c. learned to frame, and thus ministered559    §22, note 1. to God who taught Him.’ For thus the Sophist Asterius, on the strength of having learned to deny the Lord, has dared to write, not observing the absurdity which follows. For if framing be a thing to be taught, let them beware lest they say that God Himself be a Framer not by nature but by science, so as to admit of His losing the power. Besides, if the Wisdom of God attained to frame by teaching, how is He still Wisdom, when He needs to learn? and what was He before He learned? For it was not Wisdom, if it needed teaching; it was surely but some empty thing, and not essential Wisdom560    οὐσιωδὴς σοφία. vid. Orat. iv. 1., but from advancement it had the name of Wisdom, and will be only so long Wisdom as it can keep what it has learned. For what has accrued not by any nature, but from learning, admits of being one time unlearned. But to speak thus of the Word of God, is not the part of Christians but of Greeks.

29. For if the power of framing accrues to anyone from teaching, these insensate men are ascribing jealousy and weakness561    i. 27. to God;—jealousy, in that He has not taught many how to frame, so that there may be around Him, as Archangels and Angels many, so framers many; and weakness, in that He could not make by Himself, but needed a fellow-worker, or under-worker; and that, though it has been already shewn that created nature admits of being made by God alone, since they consider the Son to be of such a nature and so made. But God is deficient in nothing: perish the thought! for He has said Himself, ‘I am full562    Is. i. 11..’ Nor did the Word become Framer of all from teaching; but being the Image and Wisdom of the Father, He does the things of the Father. Nor hath He made the Son for the making of things created; for behold, though the Son exists, still563    vid. p. 315, note 6. Serap. ii. 2. fin. the Father is seen to work, as the Lord Himself says, ‘My Father worketh hitherto and I work564    John v. 17..’ If however, as you say, the Son came into being for the purpose of making the things after Him, and yet the Father is seen to work even after the Son, you must hold even in this light the making of such a Son to be superfluous. Besides, why, when He would create us, does He seek for a mediator at all, as if His will did not suffice to constitute whatever seemed good to Him? Yet the Scriptures say, ‘He hath done whatsoever pleased Him565    Ps. cxv. 3.,’ and ‘Who hath resisted His will566    Rom. ix. 19.?’ And if His mere will567    §24, note 5. is sufficient for the framing of all things, you make the office of a mediator superfluous; for your instance of Moses, and the sun and the moon has been shewn not to hold. And here again is an argument to silence you. You say that God, willing the creation of originated nature, and deliberating concerning it, designs and creates the Son, that through Him He may frame us; now, if so, consider how great an irreligion568    Notes on §58, and de Decr. 1. you have dared to utter.

30. First, the Son appears rather to have been for us brought to be, than we for Him; for we were not created for Him, but He is made for us569    Vid. Orat. iv. 11.; so that He owes thanks to us, not we to Him, as the woman to the man. ‘For the man,’ says Scripture, ‘was not created for the woman, but the woman for the man.’ Therefore, as ‘the man is the image and glory of God, and the woman the glory of the man570    1 Cor. xi. 7, 9.,’ so we are made God’s image and to His glory; but the Son is our image, and exists for our glory. And we were brought into being that we might be; but God’s Word was made, as you must hold, not that He might be571    Cf. infr. ch. 20.; but as an instrument572    ὄργανον, supr. i. 26, n. 5. for our need, so that not we from Him, but He is constituted from our need. Are not men who even conceive such thoughts, more than insensate? For if for us the Word was made, He has not precedence573    πρῶτος ἡμῶν, §63, note. of us with God; for He did not take counsel about us having Him within Him, but having us in Himself, counselled, as they say, concerning His own Word. But if so, perchance the Father had not even a will for the Son at all; for not as having a will for Him, did He create Him, but with a will for us, He formed Him for our sake; for He designed Him after designing us; so that, according to these irreligious men, henceforth the Son, who was made as an instrument, is superfluous, now that they are made for whom He was created. But if the Son alone was made by God alone, because He could endure it, but we, because we could not, were made by the Word, why does He not first take counsel about the Word, who could endure His making, instead of taking counsel about us? or why does He not make more of Him who was strong, than of us who were weak? or why making Him first, does He not counsel about Him first? or why counselling about us first, does He not make us first, His will being sufficient for the constitution of all things? But He creates Him first, yet counsels first about us; and He wills us before the Mediator; and when He wills to create us, and counsels about us, He calls us creatures; but Him, whom He frames for us, He calls Son and proper Heir. But we, for whose sake He made Him, ought rather to be called sons; or certainly He, who is His Son, is rather the object of His previous thoughts and of His will, for whom He makes all us. Such the sickness, such the vomit574    ἔμετοι καὶ ναυτίαὶ ναυτίαι sea-sickness; Epictetus, in a somewhat similar sense, ‘There is great danger of pouring forth straightway, what one has not digested.’ Enchirid. 46. of the heretics.

ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων κτισμά των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύ στασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθ' ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, δι' αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, ὅταν μὲν τὰ πάντα λέγηται, οὐ τὸν Υἱόν τις ἐν τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ Λόγου λέγωσιν αἱ Γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐ τὸν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργά ζεται καὶ ποιεῖ ὁ Πατήρ· καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ κάμνει ὁ Θεὸς προστάττων· οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ. Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ τῷ βουλήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκε. Τίνος οὖν ἕνεκα οὐ γέ γονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱός; Ἢ διὰ τί τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γεννητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παρ' αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα «Θέλων ὁ Θεὸς τὴν γενητὴν κτί σαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετα σχεῖν τῆς τοῦ Πατρὸς ἀκράτου χειρὸς, καὶ τῆς παρ' αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει πρώτως μόνος μόνον ἕνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα, τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα δι' αὐτοῦ γενέσθαι δυνηθῇ.» Ταῦτα οὐ μό νον εἰρήκασιν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας Ἀστέριος. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἣν, μετὰ πολλῆς τῆς ἀφρο σύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω κα ταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μό νον αὐτὸν πεποιηκέναι τὸν Υἱόν· καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων· Θεὸς αἰώ νιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πει νάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ· καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ· οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐν τρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; καὶ πάλιν· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώ ματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐ ράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὑτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προ νοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κε φαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου. Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτί σματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνε σθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι. Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς, ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν τοῦ Θεοῦ αὐτουργίαν, μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; Ἀνάγκη γὰρ ἢ τούτου δυναμένου καὶ πᾶσαν δύνασθαι· ἢ πάσης ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον· εἶς γάρ ἐστι τῶν γενητῶν καὶ οὗτος καθ' ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν· ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσμα τος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας, διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία με σίτου δι' ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διε ρευνῶν τῷ λογισμῷ, εὑρήσει πολὺν ὄχλον ἐπιῤῥεόν των μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως, τῆς μὴ δυνα μένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλή ρεις, δι' ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἶναι γενέσθαι; Ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαν τάζονται, ζητοῦντες ἔτι τὸν μεσίτην. Κατὰ γὰρ τὴν οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδ' ἂν ὑπ έστη τὰ ὄντα, μὴ εὑρισκομένου τοῦ μέσου. Ἀλλ' ἐκεῖνο φάσκουσιν· Ἰδοὺ δὴ καὶ διὰ Μωϋ σέως ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου καὶ δι' αὐτοῦ τὸν νόμον δέδωκε, καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· ὥστε δυνατὸν διὰ τοῦ ὁμοίου τὰ ὅμοια γίνεσθαι. Τοῦτο δὲ λέγειν αὐτοὺς ἐγκαλυπτομένους ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωϋσῆς γὰρ οὐ δημιουργεῖν ἐπέμπετο, οὐδὲ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καλέσαι, καὶ πλάσαι τοὺς ὁμοίους ἀνθρώπους, ἀλλὰ διακονῆσαι μόνον ῥήματα πρὸς τὸν λαὸν καὶ πρὸς τὸν βασιλέα Φαραώ. Ἔχει δὲ τοῦτο πολλὴν τὴν διαφορὰν, ὅτι τὸ μὲν διακονεῖν τῶν γενητῶν ὡς δούλων ἐστί· τὸ δημιουργεῖν δὲ καὶ κτί ζειν μόνου τοῦ Θεοῦ ἐστι, καὶ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ τῆς σοφίας. ∆ιὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουρ γεῖν οὐκ ἄν τις ἄλλον εὕροι, ἢ μόνον τὸν τοῦ Θεοῦ Λόγον· πάντα γὰρ ἐν σοφίᾳ γέγονε, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. Πρὸς δὲ τὰς διακονίας οὐχ εἷς, ἀλλ' ἐκ πάντων πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ Κύριος. Πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ θρόνοι καὶ ἐξουσίαι, καὶ κυριότητες, χίλιαί τε χι λιάδες, καὶ μύριαι μυριάδες παρεστήκασι λειτουρ γούντων καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι. Καὶ προφῆται μὲν πολλοὶ, καὶ ἀπόστολοι δὲ δέκα καὶ δύο, καὶ ὁ Παῦλος· καὶ Μωϋσῆς δὲ αὐτὸς οὐ μόνος, ἀλλὰ καὶ Ἀαρὼν σὺν αὐτῷ, καὶ μετὰ ταῦτα ἄλλοι ἑβδομήκοντα Πνεύματος ἐπληρώθησαν ἁγίου· καὶ Μωϋσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, κἀκεῖνον οἱ κριταὶ, κἀκείνους οὐχ εἷς, ἀλλὰ πλεῖστοι βασιλεῖς. Εἴπερ οὖν καὶ κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει καὶ πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεὸς, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πλῆθός ἐστιν. Εἰ δὲ τοῦτο οὐκ ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν Πατέρα τὴν ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλὰ μόνος εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκών ἐστιν. Ἀλλ' ἰδοὺ, φασὶ, καὶ ἥλιος μόνος εἷς καὶ ἡ γῆ μία. Ἄφρονες εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον ἓν μὲν ἔστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγ χειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὔταρκες. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυ κτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἶτά φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγά λους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐ τοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλ' ἕκαστον μὲν ἕν ἐστι κατ' οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λει τουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθ' ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γί νεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλ' εἰς μόνους τοὺς καρποὺς, καὶ βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε στερέωμα δια χωρίζειν ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλ' ἕκαστον τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα, τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸν ὑπολαμβάνουσιν εἶναι, βαλ λέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν, ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουρ γός. Ἀλλ' εἰρήκασι· Κτίσμα μὲν ἔστι, καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμά θηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ δι δάξαντι Θεῷ. Ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς, ὡς μαθὼν ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν Θεὸν εἴπωσι μὴ φύσει, ἀλλ' ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ' αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτή σατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; Τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; Σοφία γὰρ οὐκ ἦν λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλ' ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ το σοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλ' ἐκ μαθήσεως προσγέ γονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί. Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ τὸν Θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μὲν, ὅτι μὴ πολ λοὺς δημιουργεῖν ἐδίδαξεν, ἵν' ὥσπερ πολλοὶ ἀρ χάγγελοι καὶ ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατ' αὐτοὺς ὁ Υἱὸς γενητὸς ὢν ἠδυνήθη παρὰ μόνου τοῦ Θεοῦ γενέσθαι. Ἀλλ' οὐδενός ἐστιν ἐνδεὴς ὁ Θεός· μὴ γέ νοιτο! αὐτὸς γὰρ εἶπε· Πλήρης εἰμί. Οὐδὲ ἐκ διδα σκαλίας γέγονε δημιουργὸς ὁ Λόγος· ἀλλ' εἰκὼν καὶ σοφία ὢν τοῦ Πατρὸς, τὰ τοῦ Πατρὸς ἐργάζεται. Οὐδὲ τῆς τῶν γενητῶν ἕνεκεν ἐργασίας τὸν Υἱὸν πε ποίηκεν· ἰδοὺ γὰρ καὶ τοῦ Υἱοῦ ὄντος, φαίνεται πάλιν ἐργαζόμενος ὁ Πατὴρ, ὡς αὐτὸς ὁ Κύριός φη σιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐρ γάζομαι. Εἰ δὲ καθ' ὑμᾶς διὰ τοῦτο γέγονεν ὁ Υἱὸς, ἵνα τὰ μετ' αὐτὸν ἐργάσηται· φαίνεται δὲ ὁ Πατὴρ καὶ μετὰ τὸν Υἱὸν ἐργαζόμενος· περιττὴ καθ' ὑμᾶς καὶ κατὰ τοῦτο ἡ τοῦ τοιούτου Υἱοῦ ποίησις. Ἄλλως τε διὰ τί ὅλως, θέλων ἡμᾶς κτίσαι, ζητεῖ τὸν μεσίτην, ὡς οὐκ ἀρκουμένου τοῦ βουλήματος αὐτοῦ συστῆσαι περὶ ὧν ἂν αὐτῷ δοκῇ; Καὶ μὴν αἱ Γραφαὶ λέγουσι· Πάντα ὅσα ἠθέλησεν ἐποίησε· καί· Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Εἰ δὲ καὶ τὸ βούλημα μόνον ἱκανόν ἐστιν αὐτοῦ πρὸς τὴν τῶν πάντων δημιουργίαν· περιττὴ πάλιν καθ' ὑμᾶς ἡ τοῦ μεσίτου χρεία. Καὶ γὰρ καὶ τὸ παρά δειγμα τὸ περὶ τοῦ Μωϋσέως καὶ τοῦ ἡλίου καὶ σελήνης ὑμῶν δέδεικται σαθρόν. Κἀκεῖνο δὲ πάλιν ὑμᾶς ἐντρέψει. Εἰ θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, περὶ δὲ ταύτης βουλευσάμενος, ἐπινοεῖ καὶ κτίζει τὸν Υἱὸν καθ' ὑμᾶς, ἵνα δι' αὐτοῦ ἡμᾶς δημιουργήσῃ· σκοπεῖτε πόσην ἀσέβειαν φθέγγεσθαι τετολμήκατε. Πρῶτον μὲν, ὅτι φαίνεται μᾶλλον αὐτὸς ὁ Υἱὸς δι' ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι' αὐτόν· οὐ γὰρ δι' αὐτὸν ἐκτίσθημεν, ἀλλ' αὐτὸς δι' ἡμᾶς πε ποίηται· ὥστε χάριν αὐτὸν ἡμῖν μᾶλλον ἔχειν, καὶ μὴ ἡμᾶς αὐτῷ, καθάπερ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Οὐ γὰρ ἐκτίσθη, φησὶν ἡ Γραφὴ, ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ἄρ' οὖν ὥσπερ ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν· οὕτως ἡμεῖς μὲν τοῦ Θεοῦ εἰκὼν, καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν· ὁ δὲ Υἱὸς ἡμῶν ἐστιν εἰκὼν καὶ εἰς ἡμῶν δόξαν ὑπέστη. Καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν· ὁ δὲ τοῦ Θεοῦ Λό γος καθ' ὑμᾶς, οὐκ εἰς τὸ εἶναι, ἀλλ' εἰς τὴν ἡμῶν χρείαν, ὡς ὄργανον πεποίηται· ὥστε μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλ' αὐτὸν ἐκ τῆς ἡμῶν χρείας συνίστα σθαι. Καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα καὶ μόνον ἐνθυμούμενοι; Καὶ γὰρ εἰ δι' ἡμᾶς γέγονεν ὁ Λόγος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ τῷ Θεῷ. Οὐδὲ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται· ἀλλ' ἡμᾶς ἔχων ἐν ἑαυτῷ, βουλεύεται, ὡς ἐκεῖνοί φασι, περὶ τοῦ ἑαυτοῦ Λόγου. Εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν Υἱὸν ὁ Πατήρ· οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν· ἀλλ' ἡμᾶς θέλων, δι' ἡμᾶς αὐτὸν ἐδημιούργησε· μεθ' ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν· ὥστε κατὰ τοὺς ἀσεβοῦντας περιττὸν εἶναι λοιπὸν τὸν Υἱὸν τὸν γενόμενον ὡς ὄργανον, γενομένων ὧν ἕνεκα καὶ ἐκτίσθη. Εἰ δὲ ὡς δυνατὸς ὁ Υἱὸς μόνος παρὰ μόνου τοῦ Θεοῦ γέγονεν, ἡμεῖς δὲ ὡς ἀδύνατοι παρὰ τοῦ Λόγου γεγόναμεν· διὰ τί μὴ καὶ πρῶτον, ὡς δυνατοῦ ὄντος αὐτοῦ, περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; Ἢ διὰ τί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; Ἢ διὰ τί πρῶτον αὐτὸν ποιῶν, οὐχὶ καὶ περὶ τοῦ πρώτου αὐτοῦ βουλεύεται; Ἢ διὰ τί περὶ ἡμῶν πρῶτον βουλευόμενος, οὐ πρώτους ἡμᾶς ἐργάζεται, ἱκανοῦὄν τος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν πάντων σύστασιν; Ἀλλ' ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμῶν πρῶτον βουλεύεται, καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου· καὶ ἡμᾶς μὲν θέλων κτίσαι, καὶ περὶ ἡμῶν βουλευόμενος, κτίσματα καλεῖ· ἐκεῖνον δὲ, ὃν δι' ἡμᾶς δημιουργεῖ, Υἱὸν καλεῖ καὶ ἴδιον κληρονό μον. Ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκα καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι· ἢ δηλονότι τοῦτον Υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖσθαι καὶ θέλειν, δι' ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. Ταῦτα μὲν οὖν τῶν αἱρετικῶν ἔμετοι καὶ ναυτίαι.