ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ

 ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγ

 Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθο

 Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλα σφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους

 Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν

 Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύ ονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀ

 Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέ πειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί στης ἐσ

 Ἐν τού τοις γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ δι δασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι' αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν

 Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο

 Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγε

 Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ' αὐτῶν λεγό μενα, δεῖξ

 Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι

 Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρ

 Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγο

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑπο κριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ' αὐ τῶν ἐλέγχοις, καὶ ταῖ

 Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ' αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦ

 Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν· εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λό

 ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων κτισμά των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος

 Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι' ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς

 Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσ

 Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν ο

 εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, Γεννᾷ με· ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλ' ἐκ τοῦ Πατρός ἐ

 ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τού του ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτο

 καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμ

 Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκ

 Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖ

 Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ

 Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς, διερευνήσωμεν. Τοῦτο μὲν γὰρ μεγάλως μάλι

 Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέ γεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιό τητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λε γόμενα, τὸ

 Ἀλλ' ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύ

 Κατὰ Ἀρειανῶν λόγος. Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»· καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογη

 6 Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρεια νῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλο

 8 Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βα σιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχ

 9 «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα

 11 Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀ κεῖνοι γάρ φασι δι' ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετ

 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλ

 15 Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολ μῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λ

 25 Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ «ἦν ποτε, ὅτε οὐκ ἦν». Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμ

 26 Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ' ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπ

Chapter XII.—Texts Explained; Secondly, Psalm xlv. 7, 8. Whether the words ‘therefore,’ ‘anointed,’ &c., imply that the Word has been rewarded. Argued against first from the word ‘fellows’ or ‘partakers.’ He is anointed with the Spirit in His manhood to sanctify human nature. Therefore the Spirit descended on Him in Jordan, when in the flesh. And He is said to sanctify Himself for us, and give us the glory He has received. The word ‘wherefore’ implies His divinity. ‘Thou hast loved righteousness,’ &c., do not imply trial or choice.

46. Such an explanation of the Apostle’s words confutes the irreligious men; and what the sacred poet says admits also the same orthodox sense, which they misinterpret, but which in the Psalmist is manifestly religious. He says then, ‘Thy throne, O God, is for ever and ever; a sceptre of righteousness is the sceptre of Thy Kingdom. Thou hast loved righteousness, and hated iniquity, therefore God, even Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows260    Ps. xlv. 7, 8..’ Behold, O ye Arians, and acknowledge even hence the truth. The Singer speaks of us all as ‘fellows’ or ‘partakers’ of the Lord: but were He one of things which come out of nothing and of things originate, He Himself had been one of those who partake. But, since he hymned Him as the eternal God, saying, ‘Thy throne, O God, is for ever and ever,’ and has declared that all other things partake of Him, what conclusion must we draw, but that He is distinct from originated things, and He only the Father’s veritable Word, Radiance, and Wisdom, which all things originate partake261    p. 156, note 4., being sanctified by Him in the Spirit262    It is here said that all things ‘originate’ partake the Son and are ‘sanctified’ by the Spirit. How a γέννησις or adoption through the Son is necessary for every creature in order to its consistence, life, or preservation, has been explained, p. 162, note 3. Sometimes the Son was considered as the special Principle of reason, as by Origen, ap. Athan. Serap. iv. 9. vid. himself. de Incarn. 11. These offices of the Son and the Spirit are contrasted by S. Basil, in his de Sp. S. τὸν προστάττοντα κύριον, τὸν δημιουργοῦντα λόγον, τὸ στερεοῦν πνεῦμα, &c. c. 16. n. 38.? And therefore He is here ‘anointed,’ not that He may become God, for He was so even before; nor that He may become King, for He had the Kingdom eternally, existing as God’s Image, as the sacred Oracle shews; but in our behalf is this written, as before. For the Israelitish kings, upon their being anointed, then became kings, not being so before, as David, as Hezekiah, as Josiah, and the rest; but the Saviour on the contrary, being God, and ever ruling in the Father’s Kingdom, and being Himself He that supplies the Holy Ghost, nevertheless is here said to be anointed, that, as before, being said as man to be anointed with the Spirit, He might provide for us men, not only exaltation and resurrection, but the indwelling and intimacy of the Spirit. And signifying this the Lord Himself hath said by His own mouth in the Gospel according to John, ‘I have sent them into the world, and for their sakes do I sanctify Myself, that they may be sanctified in the truth263    John xvii. 18, 19, vid. Cyril, Thesaur. 20..’ In saying this He has shown that He is not the sanctified, but the Sanctifier; for He is not sanctified by other, but Himself sanctifies Himself, that we may be sanctified in the truth. He who sanctifies Himself is Lord of sanctification. How then does this take place? What does He mean but this? ‘I, being the Father’s Word, I give to Myself, when becoming man, the Spirit; and Myself, become man, do I sanctify in Him, that henceforth in Me, who am Truth (for “Thy Word is Truth”), all may be sanctified.’

47. If then for our sake He sanctifies Himself, and does this when He is become man, it is very plain that the Spirit’s descent on Him in Jordan was a descent upon us, because of His bearing our body. And it did not take place for promotion to the Word, but again for our sanctification, that we might share His anointing, and of us it might be said, ‘Know ye not that ye are God’s Temple, and the Spirit of God dwelleth in you264    1 Cor. iii. 16.?’ For when the Lord, as man, was washed in Jordan, it was we who were washed in Him and by Him265    Pusey on Baptism, 2nd Ed. pp. 275–293.. And when He received the Spirit, we it was who by Him were made recipients of It. And moreover for this reason, not as Aaron or David or the rest, was He anointed with oil, but in another way above all His fellows, ‘with the oil of gladness,’ which He Himself interprets to be the Spirit, saying by the Prophet, ‘The Spirit of the Lord is upon Me, because the Lord hath anointed Me266    Isai. lxi. 1.;’ as also the Apostle has said, ‘How God anointed Him with the Holy Ghost.267    Acts x. 38.’ When then were these things spoken of Him but when He came in the flesh and was baptized in Jordan, and the Spirit descended on Him? And indeed the Lord Himself said, ‘The Spirit shall take of Mine;’ and ‘I will send Him;’ and to His disciples, ‘Receive ye the Holy Ghost268    John xvi. 14, 7; xx. 22..’ And notwithstanding, He who, as the Word and Radiance of the Father, gives to others, now is said to be sanctified, because now He has become man, and the Body that is sanctified is His. From Him then we have begun to receive the unction and the seal, John saying, ‘And ye have an unction from the Holy One;’ and the Apostle, ‘And ye were sealed with the Holy Spirit of promise269    1 John ii. 20; Eph. i. 13..’ Therefore because of us and for us are these words. What advance then of promotion, and reward of virtue or generally of conduct, is proved from this in our Lord’s instance? For if He was not God, and then had become God, if not being King He was preferred to the Kingdom, your reasoning would have had some faint plausibility. But if He is God and the throne of His kingdom is everlasting, in what way could God advance? or what was there wanting to Him who was sitting on His Father’s throne? And if, as the Lord Himself has said, the Spirit is His, and takes of His, and He sends It, it is not the Word, considered as the Word and Wisdom, who is anointed with the Spirit which He Himself gives, but the flesh assumed by Him which is anointed in Him and by Him270    Elsewhere Athan. says that our Lord’s Godhead was the immediate anointing or chrism of the manhood He assumed, in Apollin. ii. 3, Orat. iv. §36. vid. Origen. Periarch. ii. 6. n. 4. And S. Greg. Naz. still more expressly, and from the same text as Athan. Orat. x. fin. Again, ‘This [the Godhead] is the anointing of the manhood, not sanctifying by an energy as the other Christs [anointed] but by a presence of Him whole who anointed, ὅλου τοῦ χρίοντος; whence it came to pass that what anointed was called man and what was anointed was made God.’ Orat. xxx. 20. Damasc. F. O. iii. 3. Dei Filius, sicut pluvia in vellus, toto divinitatis unguento nostram se fudit in carnem. Chrysolog. Serm. 60. It is more common, however, to consider that the anointing was the descent of the Spirit, as Athan. says at the beginning of this section, according to Luke iv. 18; Acts x. 38.; that the sanctification coming to the Lord as man, may come to all men from Him. For not of Itself, saith He, doth the Spirit speak, but the Word is He who gives It to the worthy. For this is like the passage considered above; for as the Apostle has written, ‘Who existing in form of God thought it not a prize to be equal with God, but emptied Himself, and took a servant’s form,’ so David celebrates the Lord, as the everlasting God and King, but sent to us and assuming our body which is mortal. For this is his meaning in the Psalm, ‘All thy garments271    Ps. xlv. 8. Our Lord’s manhood is spoken of as a garment; more distinctly afterwards, ‘As Aaron was himself, and did not change on putting round him the high priest’s garment, but remaining the same, was but clothed,’ &c, Orat. ii. 8. On the Apollinarian abuse of the idea, vid. note in loc. smell of myrrh, aloes, and cassia;’ and it is represented by Nicodemus and by Mary’s company, when the one came bringing ‘a mixture of myrrh and aloes, about an hundred pounds weight;’ and the others272    John xix. 39; Luke xxiv. 1. ‘the spices which they had prepared’ for the burial of the Lord’s body.

48. What advancement then was it to the Immortal to have assumed the mortal? or what promotion is it to the Everlasting to have put on the temporal? what reward can be great to the Everlasting God and King in the bosom of the Father? See ye not, that this too was done and written because of us and for us, that us who are mortal and temporal, the Lord, become man, might make immortal, and bring into the everlasting kingdom of heaven? Blush ye not, speaking lies against the divine oracles? For when our Lord Jesus Christ had been among us, we indeed were promoted, as rescued from sin; but He is the same273    p. 159, note 8.; nor did He alter, when He became man (to repeat what I have said), but, as has been written, ‘The Word of God abideth for ever274    Isai. xl. 8. λόγος but ῥῆμα. LXX..’ Surely as, before His becoming man, He, the Word, dispensed to the saints the Spirit as His own275    §39, note 4., so also when made man, He sanctifies all by the Spirit and says to His Disciples, ‘Receive ye the Holy Ghost.’ And He gave to Moses and the other seventy; and through Him David prayed to the Father, saying, ‘Take not Thy Holy Spirit from me276    Ps. li. 11..’ On the other hand, when made man, He said, ‘I will send to you the Paraclete, the Spirit of truth277    John xv. 26.;’ and He sent Him, He, the Word of God, as being faithful. Therefore ‘Jesus Christ is the same yesterday, to-day, and for ever278    Heb. xiii. 8.,’ remaining unalterable, and at once gives and receives, giving as God’s Word, receiving as man. It is not the Word then, viewed as the Word, that is promoted; for He had all things and has them always; but men, who have in Him and through Him their origin279    The word origin, ἀρχὴ, implies the doctrine, more fully brought out in other passages of the Fathers, that our Lord has deigned to become an instrumental cause, as it may be called, of the life of each individual Christian. For at first sight it may be objected to the whole course of Athan.’s argument thus;—What connection is there between the sanctification of Christ’s manhood and ours? how does it prove that human nature is sanctified because a particular specimen of it was sanctified in Him? S. Chrysostom explains, Hom. in Matt. lxxxii. 5. And just before, ‘It sufficed not for Him to be made man, to be scourged, to be sacrificed; but He assimilates us to Him (ἀναφύρει ἑαυτὸν ἡμῖν), nor merely by faith, but really, has He made us His body.’ Again, ‘That we are commingled (ἀνακερασθῶμεν) into that flesh, not merely through love, but really, is brought about by means of that food which He has bestowed upon us.’ Hom. in Joann. 46. 3. And so S. Cyril writes against Nestorius: ‘Since we have proved that Christ is the Vine, and we branches as adhering to a communion with Him, not spiritual merely but bodily, why clamours he against us thus bootlessly, saying that, since we adhere to Him, not in a bodily way, but rather by faith and the affection of love according to the Law, therefore He has called, not His own flesh the vine, but rather the Godhead?’ in Joann. lib. 10. Cap. 2. pp. 863, 4. And Nyssen, Orat. Catech. 37. Decoctâ quasi per ollam carnis nostræ cruditate, sanctificavit in æternum nobis cibum carnem suam. Paulin. Ep. 23. Of course in such statements nothing material is implied; Hooker says, ‘The mixture of His bodily substance with ours is a thing which the ancient Fathers disclaim. Yet the mixture of His flesh with ours they speak of, to signify what our very bodies through mystical conjunction receive from that vital efficacy which we know to be in His, and from bodily mixtures they borrow divers similitudes rather to declare the truth than the manner of coherence between His sacred and the sanctified bodies of saints.’ Eccl. Pol. v. 56. §10. But without some explanation of this nature, language such as S. Athanasius’s in the text seems a mere matter of words. vid. infr. §50 fin. of receiving them. For, when He is now said to be anointed in a human respect, we it is who in Him are anointed; since also when He is baptized, we it is who in Him are baptized. But on all these things the Saviour throws much light, when He says to the Father, ‘And the glory which Thou gavest Me, I have given to them, that they may be one, even as We are one280    John xvii. 22..’ Because of us then He asked for glory, and the words occur, ‘took’ and ‘gave’ and ‘highly exalted,’ that we might take, and to us might be given, and we might be exalted in Him; as also for us He sanctifies Himself, that we might be sanctified in Him281    Cyril, Thesaur. 20. p. 197..

49. But if they take advantage of the word ‘wherefore,’ as connected with the passage in the Psalm, ‘Wherefore God, even Thy God, hath anointed Thee,’ for their own purposes, let these novices in Scripture and masters in irreligion know, that, as before, the word ‘wherefore’ does not imply reward of virtue or conduct in the Word, but the reason why He came down to us, and of the Spirit’s anointing which took place in Him for our sakes. For He says not, ‘Wherefore He anointed Thee in order to Thy being God or King or Son or Word;’ for so He was before and is for ever, as has been shewn; but rather, ‘Since Thou art God and King, therefore Thou wast anointed, since none but Thou couldest unite man to the Holy Ghost, Thou the Image of the Father, in which282    §51, note 1. we were made in the beginning; for Thine is even the Spirit.’ For the nature of things originate could give no warranty for this, Angels having transgressed, and men disobeyed283    ἀγγέλων μὲν παραβαντων, ἀνθρώπων δὲ παρακουσαντων. vid. infr. §51. init. Cf. ad Afr. 7. vid. de Decr. 19, note 3. infr. Orat. ii. iii. Cyril. in Joann. lib. v. 2. On the subject of the sins of Angels, vid. Huet. Origen. ii. 5. §16. Petav. Dogm. t. 3. p. 87. Dissert. Bened. in Cyril. Hier. iii. 5. Natal. Alex. Hist. Æt. i. Diss. 7.. Wherefore there was need of God and the Word is God; that those who had become under a curse, He Himself might set free. If then He was of nothing, He would not have been the Christ or Anointed, being one among others and having fellowship as the rest284    De Decr. 10, note 4.. But, whereas He is God, as being Son of God, and is everlasting King, and exists as Radiance and Expression285    Heb. i. 3. of the Father, therefore fitly is He the expected Christ, whom the Father announces to mankind, by revelation to His holy Prophets; that as through Him we have come to be, so also in Him all men might be redeemed from their sins, and by Him all things might be ruled286    The word wherefore is here declared to denote the fitness why the Son of God should become the Son of man. His Throne, as God, is for ever; He has loved righteousness; therefore He is equal to the anointing of the Spirit, as man. And so S. Cyril on the same text, as in l. c. in the foregoing note. Cf. Leon Ep. 64. 2. vid. de Incarn. 7 fin. 10. In illud Omn. 2. Cyril. in Gen. i. p. 13.. And this is the cause of the anointing which took place in Him, and of the incarnate presence of the Word287    ἔνσαρκος παρουσία. This phrase which has occurred above, §8. is very frequent with Athan. vid. also Cyril. Catech. iii. 11. xii. 15. xiv. 27, 30, Epiph. Hær. 77. 17. The Eutychians avail themselves of it at the Council of Constantinople, vid. Hard. Conc. t. 2. pp. 164, 236., which the Psalmist foreseeing, celebrates, first His Godhead and kingdom, which is the Father’s, in these tones, ‘Thy throne, O God, is for ever and ever; a sceptre of righteousness is the sceptre of Thy Kingdom288    Ps. xlv. 6.;’ then announces His descent to us thus, ‘Wherefore God, even Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows289    Ib. 7.’

50. What is there to wonder at, what to disbelieve, if the Lord who gives the Spirit, is here said Himself to be anointed with the Spirit, at a time when, necessity requiring it, He did not refuse in respect of His manhood to call Himself inferior to the Spirit? For the Jews saying that He cast out devils in Beelzebub, He answered and said to them, for the exposure of their blasphemy, ‘But if I through the Spirit of God cast out demons290    Matt. xii. 28..’ Behold, the Giver of the Spirit here says that He cast out demons in the Spirit; but this is not said, except because of His flesh. For since man’s nature is not equal of itself to casting out demons, but only in power of the Spirit, therefore as man He said, ‘But if I through the Spirit of God cast out demons.’ Of course too He signified that the blasphemy offered to the Holy Ghost is greater than that against His humanity, when He said, ‘Whosoever shall speak a word against the Son of man, it shall be forgiven him;’ such as were those who said, ‘Is not this the carpenter’s son291    Matt. xii. 32; xiii. 55.?’ but they who blaspheme against the Holy Ghost, and ascribe the deeds of the Word to the devil, shall have inevitable punishment292    [Cf. Prolegg. ch. iii. §1 (22).].. This is what the Lord spoke to the Jews, as man; but to the disciples shewing His Godhead and His majesty, and intimating that He was not inferior but equal to the Spirit, He gave the Spirit and said, ‘Receive ye the Holy Ghost,’ and ‘I send Him,’ and ‘He shall glorify Me,’ and ‘Whatsoever He heareth, that He shall speak293    John xx. 22; xvi. 13, 14..’ As then in this place the Lord Himself, the Giver of the Spirit, does not refuse to say that through the Spirit He casts out demons, as man; in like manner He the same, the Giver of the Spirit, refused not to say, ‘The Spirit of the Lord is upon Me, because He hath anointed Me294    Is. lxi. 1.,’ in respect of His having become flesh, as John hath said; that it might be shewn in both these particulars, that we are they who need the Spirit’s grace in our sanctification, and again who are unable to cast out demons without the Spirit’s power. Through whom then and from whom behoved it that the Spirit should be given but through the Son, whose also the Spirit is? and when were we enabled to receive It, except when the Word became man? and, as the passage of the Apostle shews, that we had not been redeemed and highly exalted, had not He who exists in form of God taken a servant’s form, so David also shews, that no otherwise should we have partaken the Spirit and been sanctified, but that the Giver of the Spirit, the Word Himself, hast spoken of Himself as anointed with the Spirit for us. And therefore have we securely received it, He being said to be anointed in the flesh; for the flesh being first sanctified in Him295    §48, note 7., and He being said, as man, to have received for its sake, we have the sequel of the Spirit grace, receiving ‘out of His fulness296    John i. 16..’

51. Nor do the words, ‘Thou hast loved righteousness and hated iniquity,’ which are added in the Psalm, show, as again you suppose, that the Nature of the Word is alterable, but rather by their very force signify His unalterableness. For since of things originate the nature is alterable, and the one portion had transgressed and the other disobeyed, as has been said, and it is not certain how they will act, but it often happens that he who is now good afterwards alters and becomes different, so that one who was but now righteous, soon is found unrighteous, wherefore there was here also need of one unalterable, that men might have the immutability of the righteousness of the Word as an image and type for virtue297    Vid. de Incarn. 13. 14. vid. also Gent. 41 fin. and Nic. Def. 17, note 5. Cum justitia nulla esset in terra doctorem misit, quasi vivam legem. Lactant. Instit. iv. 25. ‘The Only-begotten was made man like us,…as if lending us His own stedfastness.’ Cyril. in Joann. lib. v. 2. p. 473; vid. also Thesaur. 20. p. 198. August. de Corr. et Grat. 10–12. Damasc. F. O. iv. 4. But the words of Athan. embrace too many subjects to illustrate distinctly in a note.. And this thought commends itself strongly to the right-minded. For since the first man Adam altered, and through sin death came into the world, therefore it became the second Adam to be unalterable; that, should the Serpent again assault, even the Serpent’s deceit might be baffled, and, the Lord being unalterable and unchangeable, the Serpent might become powerless in his assault against all. For as when Adam had transgressed, his sin reached unto all men, so, when the Lord had become man and had overthrown the Serpent, that so great strength of His is to extend through all men, so that each of us may say, ‘For we are not ignorant of his devices.298    2 Cor. ii. 11.’ Good reason then that the Lord, who ever is in nature unalterable, loving righteousness and hating iniquity, should be anointed and Himself sent, that, He, being and remaining the same299    §48, note 1., by taking this alterable flesh, ‘might condemn sin in it300    Rom. viii. 3; ib. 4.,’ and might secure its freedom, and its ability301    Cf. de Incarn. 7, Orat. ii. 68. henceforth ‘to fulfil the righteousness of the law’ in itself, so as to be able to say, ‘But we are not in the flesh but in the Spirit, if so be that the Spirit of God dwelleth in us302    Rom. viii. 9..’

52. Vainly then, here again, O Arians, have ye made this conjecture, and vainly alleged the words of Scripture; for God’s Word is unalterable, and is ever in one state, not as it may happen303    ἁπλῶς, οὐκ ἁπλῶς ὡρίσθη, ἀλλ᾽ ἀκριβῶς ἐξητάσθη. Socr. i. 9. p. 31., but as the Father is; since how is He like the Father, unless He be thus? or how is all that is the Father’s the Son’s also, if He has not the unalterableness and unchangeableness of the Father304    John xvii. 10, §35, note 2.? Not as being subject to laws305    Eunomius said that our Lord was utterly separate from the Father, ‘by natural law,’ νόμῳ φύσεως; S. Basil observes, ‘as if the God of all had not power over Himself, ἑαυτοῦ κύριος, but were in bondage under the decrees of necessity.’ contr.Eunom. ii. 30., and biassed to one side, does He love the one and hate the other, lest, if from fear of falling away He chooses the one, we admit that He is alterable otherwise also; but, as being God and the Father’s Word, He is a just judge and lover of virtue, or rather its dispenser. Therefore being just and holy by nature, on this account He is said to love righteousness and to hate iniquity; as much as to say, that He loves and chooses the virtuous, and rejects and hates the unrighteous. And divine Scripture says the same of the Father; ‘The Righteous Lord loveth righteousness; Thou hatest all them that work iniquity306    Ps. xi. 7; v. 5.,’ and ‘The Lord loveth the gates of Sion, more than all the dwellings of Jacob307    Ib. lxxxvii. 2.;’ and, ‘Jacob have I loved, but Esau have I hated308    Mal. i. 2, 3.;’ and in Isaiah there is the voice of God again saying, ‘I the Lord love righteousness, and hate robbery of unrighteousness309    Is. lxi. 8..’ Let them then expound those former words as these latter; for the former also are written of the Image of God: else, misinterpreting these as those, they will conceive that the Father too is alterable. But since the very hearing others say this is not without peril, we do well to think that God is said to love righteousness and to hate robbery of unrighteousness, not as if biassed to one side, and capable of the contrary, so as to select the latter and not choose the former, for this belongs to things originated, but that, as a judge, He loves and takes to Him the righteous and withdraws from the bad. It follows then to think the same concerning the Image of God also, that He loves and hates no otherwise than thus. For such must be the nature of the Image as is Its Father, though the Arians in their blindness fail to see either that image or any other truth of the divine oracles. For being forced from the conceptions or rather misconceptions310    ἐννοιῶν μᾶλλον δὲ παρανοιῶν, vid. §40, note 1. of their own hearts, they fall back upon passages of divine Scripture, and here too from want of understanding, according to their wont, they discern not their meaning; but laying down their own irreligion as a sort of canon of interpretation311    Instead of professing to examine Scripture or to acquiesce in what they had been taught, the Arians were remarkable for insisting on certain abstract positions or inferences on which they make the whole controversy turn. Vid. Socrates’ account of Arius’s commencement, ‘If God has a Son, he must have a beginning of existence,’ &c. &c., and so the word ἀγενητόν., they wrest the whole of the divine oracles into accordance with it. And so on the bare mention of such doctrine, they deserve nothing but the reply, ‘Ye do err, not knowing the Scriptures nor the power of God312    Matt. xxii. 29.;’ and if they persist in it, they must be put to silence, by the words, ‘Render to’ man ‘the things that are’ man’s, ‘and to God the things that are’ God’s313    Ib. xxii. 21..

Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ· φησὶ γὰρ καὶ αὐτός· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδι κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἂν τῶν μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγα σμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παρ' αὐτοῦ τῷ Πνεύματι. Καὶ ἐνταῦθα γοῦν χρίεται, οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· οὐδ' ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλ' ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγρα πται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς ∆αβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν Θεὸς ὢν καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέ γεται νῦν χρίεσθαι, ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς δι' ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγια σμένοι ἐν ἀληθείᾳ. Τοῦτο δὲ λέγων ἔδειξεν, ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ' ὁ ἁγιάζων· οὐ γὰρ παρ' ἑτέρου ἁγιάζεται, ἀλλ' αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι (Ὁ δὲ Λό γος ὁ σὸς ἀλήθειά ἐστιν·) οἱ πάντες ἁγιασθῶσιν; Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ, ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλ' εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παρ' αὐτοῦ γινόμενοι τούτου δεκτικοί. ∆ιὰ τοῦτο οὐδ' ὥσπερ Ἀαρὼν, ἢ ∆αβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕ τως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησί· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνε κεν ἔχρισέ με· καθὼς καὶ ὁ Ἀπόστολος εἴρη κεν· Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ. Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ κα ταβέβηκεν ἐπ' αὐτὸν τὸ Πνεῦμα; Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι· Τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· καὶ, Λάβετε Πνεῦμα ἅγιον, τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς λέγε ται νῦν ἁγιάζεσθαι, ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου· τοῦ δὲ Ἀποστόλου, Καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Οὐκοῦν δι' ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τού του προκοπὴ βελτιώσεως καὶ μισθὸς ἀρετῆς ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασι λεὺς ὢν, εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός ἐστι, ποῦ εἶχε προκόψαι Θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθ ημένῳ τοῦ Πατρός; Εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρη κεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ' αὐτοῦ διδο μένῳ Πνεύματι χριόμενος, ἀλλ' ἡ προσληφθεῖσα παρ' αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ χριο μένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύ ριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ' αὐτοῦ. Οὐ γὰρ ἀφ' ἑαυτοῦ, φησὶ, τὸ Πνεῦμα λαλεῖ, ἀλλ' ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ Ἀπόστολος ἔγραψεν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· οὕτως ὁ ∆αβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παρ' αὐτοῦ σημαίνεται ἐν τῷ ψάλ λειν· Σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρ νης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ σώ ματος τοῦ Κυρίου. Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; Ποῖος δὲ καὶ μισθὸς μεί ζων γένοιτ' ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; Ἆρ' οὐ θεωρεῖτε, ὅτι καὶ τοῦτο δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγρα πται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος, θνητοὺς ὄν τας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ; Ἆρ' οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων; Καὶ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερω θέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, Ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὣν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς· Λάβετε Πνεῦμα ἅγιον· καὶ Μωϋσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς Ἑβδομήκοντα· δι' αὐτοῦ τε ηὔχετο ∆αβὶδ τῷ Πατρὶ λέγων· Τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν· Ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ ἔπεμψεν ἀψευδὴς ὢν ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλ' οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ δι' αὐτοῦ. Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χοίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τού των πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέ γων τῷ Πατρί· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν. ∆ι' ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ, ἔλαβε, καὶ τὸ, ἐχαρίσατο, καὶ τὸ, ὑπερύψωσε, λέλε κται· ἵν' ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵν' ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ. Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλον ται, πορίζονται· γνώτωσαν οἱ τῶν Γραφῶν ἀμαθεῖς, καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ, ∆ιὰ τοῦτο, οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως· οὐ γὰρ εἶπε, ∆ιὰ τοῦτο ἔχρισέ σε, ἵνα γένῃ Θεὸς, ἢ βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεὶ, κα θάπερ δέδεικται· ἀλλὰ μᾶλλον, Ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ' ἣν καὶ ἐξ ἀρ χῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρ ακουσάντων. ∆ιὰ τοῦτο Θεοῦ χρεία ἦν, (Θεὸς δέ ἐστιν ὁ Λόγος·) ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ' ἂν αὐτὸς ἦν ὁ Χριστὸς εἷς ὢν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι, Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ Πατρὸς ὑπάρχων· διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Χριστὸς, ὃν ὁ Πα τὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα, ὥσπερ δι' αὐτοῦ γεγό ναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ' αὐτοῦ βασιλεύηται. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βα σιλείας σου· τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων, λέγει· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετ όχους σου. Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε, χρείας πάλιν ἀπαιτούσης, οὐ παρ ητήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος; Τῶν γὰρ Ἰουδαίων λεγόντων, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμό νια, ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας αὐτούς· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἰδοὺ γὰρ ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ' ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότη τος σημαίνων ἔλεγεν· Ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἕξει ἄφεσιν· οἷοι ἦσαν οἱ λέ γοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες, καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις, ὡς ἄνθρωπος, ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ; οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν· Λάβετε τὸ Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ αὐτὸ ἀπο στέλλω· κἀκεῖνος ἐμὲ δοξάσει, καὶ, ὅσα ἀκούει λαλήσει. Ὥσπερ οὖν ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύ ματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται εἰπεῖν, ἐν Πνεύ ματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτή σατο λέγειν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνε κεν ἔχρισέ με, διὰ τὸ γεγενῆσθαι αὐτὸν σάρκα, ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ, ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. ∆ιὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι; Πότε δὲ λαμ βάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος; Καὶ ὥσπερ τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφήν· οὕτως καὶ ὁ ∆αβὶδ δεί κνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ αὐ τὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύ ματι χρίεσθαι. ∆ιὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ λε γομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρ κὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι' αὐτὴν εἰληφέναι, ὡς ἀνθρώπου· ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώ ματος αὐτοῦ λαμβάνοντες. Τὸ δὲ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίση σας ἀδικίαν, πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαῖνον. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτή· καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρ ήκουσαν, ὥσπερ εἴρηται· ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι, καὶ ἕτερον γίνεσθαι, ὡς τὸν ἄρτι δίκαιον ἄδικον μετ' ὀλίγον εὑρεθῆναι· διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τοῦ Λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. Ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρονοῦσιν εὔλογον. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι· ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν τοῦ ὄφεως ἡ ἀπάτη ἐξασθενήσῃ, τοῦ δὲ Κυρίου ἀτρέ πτου καὶ ἀναλλοιώτου ὄντος, πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. Ὥσπερ γὰρ, τοῦ Ἀδὰμ παραβάντος, εἰς πάντας ἀνθρώπους ἔφθασεν ἡ ἁμαρτία, οὕτως, τοῦ Κυρίου γενομένου ἀνθρώ που, καὶ τὸν ὄφιν ἀνατρέψαντος, εἰς πάντας ἀνθρώ πους ἡ τοιαύτη ἰσχὺς διαβήσεται, ὥστε λέγειν ἕκα στον ἡμῶν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρεπτος, ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν, χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτός τε ὢν καὶ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν τὸ δι καίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ, ὥστε καὶ λέγειν δύνασθαι· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν. Μάτην ὑμῖν ἄρα καὶ νῦν, ὦ Ἀρειανοὶ, ἡ τοι αύτη ὑπόνοια γεγένηται, καὶ μάτην ἐπροφασίσασθε τὰ ῥήματα τῶν Γραφῶν· ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ ἄτρεπτός ἐστι, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ' ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ὅμοιος, εἰ μὴ οὕτως ἐστίν; Ἢ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, εἰ μὴ καὶ τὸ ἄτρεπτον καὶ τὸ ἀναλλοίω τον τοῦ Πατρὸς ἔχει; Οὐχ ὡς ὑποκείμενος δὲ νόμοις, καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ, φόβῳ τοῦ ἐκπεσεῖν, τὸ ἕτερον προσλαμ βάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται· ἀλλ' ὡς Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δί καιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. ∆ίκαιος οὖν φύσει καὶ ὅσιος ὢν, διὰ τοῦτο ἀγαπᾷν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν· ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμ βάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. Καὶ γὰρ καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ λέγουσιν αἱ θεῖαι Γραφαί· ∆ίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε· καὶ, Ἐμίσησας πάντας τοὺς ἐργαζομέ νους τὴν ἀνομίαν· καὶ, Τὰς μὲν πύλας Σιὼν ἀγαπᾷ, τὰ δὲ σκηνώματα Ἰακὼβ οὐ περὶ πολλοῦ ποιεῖται· καὶ, Τὸν μὲν Ἰακὼβ ἠγάπησε, τὸν δὲ Ἠσαῦ ἐμίσησε· κατὰ δὲ τὸν Ἡσαΐαν, φωνὴ Θεοῦ ἐστι πάλιν λέγοντος· Ἐγώ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδι κίας. Ἢ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν· καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται· ἢ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς δια νοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. Εἰ δὲ καὶ μόνον ἀκούειν τοῦτο λεγόντων ἑτέρων οὐκ ἔστιν ἀκίνδυνον, διὰ τοῦτο καλῶς διανοούμεθα τὸ λέγεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρ πάγματα ἐξ ἀδικίας, οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχον τος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλ' ὅτι, ὡς κριτὴς, τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. Τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης Πατὴρ, κἂν οἱ Ἀρειανοὶ, ὡς τυφλοὶ, μήτε ταύτην, μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν. Ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρανοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων Γραφῶν καταφεύγουσιν, εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες, οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν· ἀλλ' ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι, πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν· οἵτινες καὶ μόνον αὐτὰ φθεγ γόμενοι, οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἢ, Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέ πεσθαι καὶ ἀκούειν, Ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.