ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ

 ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγ

 Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθο

 Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλα σφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους

 Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν

 Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύ ονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀ

 Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέ πειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί στης ἐσ

 Ἐν τού τοις γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ δι δασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι' αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν

 Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο

 Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγε

 Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ' αὐτῶν λεγό μενα, δεῖξ

 Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι

 Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρ

 Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγο

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑπο κριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ' αὐ τῶν ἐλέγχοις, καὶ ταῖ

 Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ' αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦ

 Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν· εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λό

 ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων κτισμά των, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος

 Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι' ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς

 Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσ

 Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν ο

 εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, Γεννᾷ με· ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλ' ἐκ τοῦ Πατρός ἐ

 ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τού του ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ

 ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτο

 καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμ

 Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκ

 Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖ

 Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ

 Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς, διερευνήσωμεν. Τοῦτο μὲν γὰρ μεγάλως μάλι

 Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέ γεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιό τητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λε γόμενα, τὸ

 Ἀλλ' ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύ

 Κατὰ Ἀρειανῶν λόγος. Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»· καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογη

 6 Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρεια νῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλο

 8 Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βα σιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχ

 9 «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα

 11 Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀ κεῖνοι γάρ φασι δι' ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετ

 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλ

 15 Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολ μῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λ

 25 Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ «ἦν ποτε, ὅτε οὐκ ἦν». Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμ

 26 Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ' ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπ

Chapter XXVII.—Texts Explained; Tenthly, Matthew xi. 27; John iii. 35, &c. These texts intended to preclude the Sabellian notion of the Son; they fall in with the Catholic doctrine concerning the Son; they are explained by ‘so’ in John v. 26. (Anticipation of the next chapter.) Again they are used with reference to our Lord’s human nature; for our sake, that we might receive and not lose, as receiving in Him. And consistently with other parts of Scripture, which shew that He had the power, &c., before He received it. He was God and man, and His actions are often at once divine and human.

35 (continued). For, ‘The Father loveth the Son, and hath given all things into His hand;’ and, ‘All things were given unto Me of My Father;’ and, ‘I can do nothing of Myself, but as I hear, I judge1238    John iii. 35; Matt. xi. 27; John v. 30;’ and the like passages do not shew that the Son once had not these prerogatives—(for had not He eternally what the Father has, who is the Only Word and Wisdom of the Father in essence, who also says, ‘All that the Father hath are Mine1239    John xvi. 15; xvii. 10.,’ and what are Mine, are the Father’s? for if the things of the Father are the Son’s and the Father hath them ever, it is plain that what the Son hath, being the Father’s, were ever in the Son),—not then because once He had them not, did He say this, but because, whereas the Son hath eternally what He hath, yet He hath them from the Father.

36. For lest a man, perceiving that the Son has all that the Father hath, from the exact likeness and identity of that He hath, should wander into the irreligion of Sabellius, considering Him to be the Father, therefore He has said ‘Was given unto Me,’ and ‘I received,’ and ‘Were delivered to Me1240    John x. 18; Mat. xxviii. 18.,’ only to shew that He is not the Father, but the Father’s Word, and the Eternal Son, who because of His likeness to the Father, has eternally what He has from Him, and because He is the Son, has from the Father what He has eternally. Moreover that ‘Was given’ and ‘Were delivered,’ and the like, do not impair1241    Or. i. 45; ad Adelph. 4. the Godhead of the Son, but rather shew Him to be truly1242    Or. ii. 19, n. 3. Son, we may learn from the passages themselves. For if all things are delivered unto Him, first, He is other than that all which He has received; next, being Heir of all things, He alone is the Son and proper according to the Essence of the Father. For if He were one of all, then He were not ‘heir of all1243    Heb. i. 2.,’ but every one had received according as the Father willed and gave. But now, as receiving all things, He is other than them all, and alone proper to the Father. Moreover that ‘Was given’ and ‘Were delivered’ do not shew that once He had them not, we may conclude from a similar passage, and in like manner concerning them all; for the Saviour Himself says, ‘As the Father hath life in Himself, so hath He given also to the Son to have life in Himself1244    John v. 26..’ Now from the words ‘Hath given,’ He signifies that He is not the Father; but in saying ‘so,’ He shews the Son’s natural likeness and propriety towards the Father. If then once the Father had not, plainly the Son once had not; for as the Father, ‘so’ also the Son has. But if this is irreligious to say, and religious on the contrary to say that the Father had ever, is it not unseemly in them when the Son says that, ‘as’ the Father has, ‘so’ also the Son has, to say that He has not ‘so1245    Or. ii. 55, n. 8.,’ but otherwise? Rather then is the Word faithful, and all things which He says that He has received, He has always, yet has from the Father; and the Father indeed not from any, but the Son from the Father. For as in the instance of the radiance, if the radiance itself should say, ‘All places the light hath given me to enlighten, and I do not enlighten from myself, but as the light wills,’ yet, in saying this, it does not imply that it once had not, but it means, ‘I am proper to the light, and all things of the light are mine;’ so, and much more, must we understand in the instance of the Son. For the Father, having given all things to the Son, in the Son still1246    πάλιν. vid. Or. i. 15, n. 6. Thus iteration is not duplication in respect to God; though how this is, is the inscrutable Mystery of the Trinity in Unity. Nothing can be named which the Son is in Himself, as distinct from the Father; we are but told His relation towards the Father, and thus the sole meaning we are able to attach to Person is a relation of the Son towards the Father; and distinct from and beyond that relation, He is but the One God, who is also the Father. This sacred subject has been touched upon supr. Or. iii. 9, n. 8. In other words, there is an indestructible essential relation existing in the One Indivisible infinitely simple God, such as to constitute Him, viewed on each side of that relation (what in human language we call) Two (and in like manner Three), yet without the notion of number really coming in. When we speak of ‘Person,’ we mean nothing more than the One God in substance, viewed relatively to Him the One God, as viewed in that Correlative which we therefore call another Person. These various statements are not here intended to explain, but to bring home to the mind what it is which faith receives. We say ‘Father, Son, and Spirit,’ but when we would abstract a general idea of Them in order to number Them, our abstraction really does hardly more than carry us back to the One Substance. Such seems the meaning of such passages as Basil. Ep. 8, 2; de Sp. S. c. 18; Chrysost. in Joan. Hom. ii. 3 fin. ‘In respect of the Adorable and most Royal Trinity, ‘first’ and ‘second’ have no place; for the Godhead is higher than number and times.’ Isid. Pel. Ep. 3, 18. Eulog. ap. Phot. 230. p. 864. August. in Joan. 39, 3 and 4; de Trin. v. 10. ‘Unity is not number, but is itself the principle of all things.’ Ambros. de Fid. i. n. 19. ‘A trine numeration then does not make number, which they rather run into, who make some difference between the Three.’ Boeth. Trin. unus Deus, p. 959. The last remark is found in Naz. Orat. 31, 18. Many of these references are taken from Thomassin de Trin. 17. hath all things; and the Son having, still the Father hath them; for the Son’s Godhead is the Father’s Godhead, and thus the Father in the Son exercises His Providence1247    §§11, n. 4, 15, n. 11. over all things.

37. And while such is the sense of expressions like these, those which speak humanly concerning the Saviour admit of a religious meaning also. For with this end have we examined them beforehand, that, if we should hear Him asking where Lazarus is laid1248    Vid. infr. 46; John xi. 34., or when He asks on coming into the parts of Cæsarea, ‘Whom do men say that I am?’ or, ‘How many loaves have ye?’ and, ‘What will ye that I shall do unto you1249    Matt. xvi. 13; Mark vi. 38; Matt. xx. 32?’ we may know, from what has been already said, the right1250    ii. 44, n. 1. sense of the passages, and may not stumble as Christ’s enemies the Arians. First then we must put this question to the irreligious, why they consider Him ignorant? for one who asks, does not for certain ask from ignorance; but it is possible for one who knows, still to ask concerning what He knows. Thus John was aware that Christ, when asking, ‘How many loaves have ye?’ was not ignorant, for he says, ‘And this He said to prove him, for He Himself knew what He would do1251    John vi. 6..’ But if He knew what He was doing, therefore not in ignorance, but with knowledge did He ask. From this instance we may understand similar ones; that, when the Lord asks, He does not ask in ignorance, where Lazarus lies, nor again, whom men do say that He is; but knowing the thing which He was asking, aware what He was about to do. And thus with ease is their clever point exploded; but if they still persist1252    Petavius refers to this passage in proof that S. Athanasius did not in his real judgment consider our Lord ignorant, but went on to admit it in argument after having first given his own real opinion. vid. §45, n. 2. on account of His asking, then they must be told that in the Godhead indeed ignorance is not, but to the flesh ignorance is proper, as has been said. And that this is really so, observe how the Lord who inquired where Lazarus lay, Himself said, when He was not on the spot but a great way off, ‘Lazarus is dead1253    John xi. 14.,’ and where he was dead; and how that He who is considered by them as ignorant, is He Himself who foreknew the reasonings of the disciples, and was aware of what was in the heart of each, and of ‘what was in man,’ and, what is greater, alone knows the Father and says, ‘I in the Father and the Father in Me.1254    John ii. 25; xiv. 11.

38. Therefore this is plain to every one, that the flesh indeed is ignorant, but the Word Himself, considered as the Word, knows all things even before they come to be. For He did not, when He became man, cease to be God1255    Or. ii. 8, n. 3.; nor, whereas He is God does He shrink from what is man’s; perish the thought; but rather, being God, He has taken to Him the flesh, and being in the flesh deifies the flesh. For as He asked questions in it, so also in it did He raise the dead; and He shewed to all that He who quickens the dead and recalls the soul, much more discerns the secret of all. And He knew where Lazarus lay, and yet He asked; for the All-holy Word of God, who endured all things for our sakes, did this, that so carrying our ignorance, He might vouchsafe to us the knowledge of His own only and true Father, and of Himself, sent because of us for the salvation of all, than which no grace could be greater. When then the Saviour uses the words which they allege in their defence, ‘Power is given to Me,’ and, ‘Glorify Thy Son,’ and Peter says, ‘Power is given unto Him,’ we understand all these passages in the same sense, that humanly because of the body He says all this. For though He had no need, nevertheless He is said to have received what He received humanly, that on the other hand, inasmuch as the Lord has received, and the grant is lodged with Him, the grace may remain sure. For while mere man receives, he is liable to lose again (as was shewn in the case of Adam, for he received and he lost1256    Or. ii. 68.), but that the grace may be irrevocable, and may be kept sure1257    ii. 69, n. 3. by men, therefore He Himself appropriates1258    ἰδιοποιεῖται, cf. 33, n. 5. the gift; and He says that He has received power, as man, which He ever had as God, and He says, ‘Glorify Me,’ who glorifies others, to shew that He hath a flesh which has need of these things. Wherefore, when the flesh receives, since that which receives is in Him, and by taking it He hath become man, therefore He is said Himself to have received.

39. If then (as has many times been said) the Word has not become man, then ascribe to the Word, as you would have it, to receive, and to need glory, and to be ignorant; but if He has become man (and He has become), and it is man’s to receive, and to need, and to be ignorant, wherefore do we consider the Giver as receiver, and the Dispenser to others do we suspect to be in need, and divide the Word from the Father as imperfect and needy, while we strip human nature of grace? For if the Word Himself, considered as Word, has received and been glorified for His own sake, and if He according to His Godhead is He who is hallowed and has risen again, what hope is there for men? for they remain as they were, naked, and wretched, and dead, having no interest in the things given to the Son. Why too did the Word come among us, and become flesh? if that He might receive these things, which He says that He has received, He was without them before that, and of necessity will rather owe thanks Himself to the body1259    Infr. 51., because, when He came into it, then He receives these things from the Father, which He had not before His descent into the flesh. For on this shewing He seems rather to be Himself promoted because of the body1260    Or. i. 38., than the body promoted because of Him. But this notion is Judaic. But if that He might redeem mankind1261    Redemption an internal work. vid. supr. ii. 55, n. 1., the Word did come among us; and that He might hallow and deify them, the Word became flesh (and for this He did become), who does not see that it follows, that what He says that He received, when He became flesh, that He mentions, not for His own sake, but for the flesh? for to it, in which He was speaking, pertained the gifts given through Him from the Father. But let us see what He asked, and what the things altogether were which He said that He had received, that in this way also they may be brought to feeling. He asked then glory, yet He had said, ‘All things were delivered unto Me1262    Luke x. 22..’ And after the resurrection, He says that He has received all power; but even before that He had said, ‘All things were delivered unto Me,’ He was Lord of all, for ‘all things were made by Him;’ and ‘there is One Lord by whom are all things1263    1 Cor. viii. 6..’ And when He asked glory, He was as He is, the Lord of glory; as Paul says, ‘If they had known it, they would not have crucified the Lord of glory1264    1 Cor. ii. 8.;’ for He had that glory which He asked when He said, ‘the glory which I had with Thee before the world was1265    Joh. xvii. 5..’

40. Also the power which He said He received after the resurrection, that He had before He received it, and before the resurrection. For He of Himself rebuked Satan, saying, ‘Get thee behind Me, Satan1266    Luke iv. 8.;’ and to the disciples He gave the power against him, when on their return He said, ‘I beheld Satan, as lightning, fall from heaven1267    Luke x. 18, 19..’ And again, that what He said that He had received, that He possessed before receiving it, appears from His driving away the demons, and from His unbinding what Satan had bound, as He did in the case of the daughter of Abraham; and from His remitting sins, saying to the paralytic, and to the woman who washed His feet, ‘Thy sins be forgiven thee1268    Vid. ib. xiii. 16; Matt. ix. 5; Luke vii. 48.;’ and from His both raising the dead, and repairing the first nature of the blind, granting to him to see. And all this He did, not waiting till He should receive, but being ‘possessed of power1269    Is. ix. 6, LXX..’ From all this it is plain that what He had as Word, that when He had become man and was risen again, He says that He received humanly1270    Or. i. 45.; that for His sake men might henceforward upon earth have power against demons, as having become partakers of a divine nature; and in heaven, as being delivered from corruption, might reign everlastingly. Thus we must acknowledge this once for all, that nothing which He says that He received, did He receive as not possessing before; for the Word, as being God, had them always; but in these passages He is said humanly to have received, that, whereas the flesh received in Him, henceforth from it the gift might abide1271    διαμείνῃ, Or. ii. 69, 3. surely for us. For what is said by Peter, ‘receiving from God honour and glory, Angels being made subject unto Him1272    2 Pet. i. 17; 1 Pet. iii. 22.,’ has this meaning. As He inquired humanly, and raised Lazarus divinely, so ‘He received’ is spoken of Him humanly, but the subjection of the Angels marks the Word’s Godhead.

41. Cease then, O abhorred of God1273    θεοστυγεῖς, supr. §16, n. 7. infr. §58, de Mort. Ar. 1. In illud Omn. 6., and degrade not the Word; nor detract from His Godhead, which is the Father’s1274    §1, n. 11., as though He needed or were ignorant; lest ye be casting your own arguments against the Christ, as the Jews who once stoned Him. For these belong not to the Word, as the Word; but are proper to men and, as when He spat, and stretched forth the hand, and called Lazarus, we did not say that the triumphs were human, though they were done through the body, but were God’s, so, on the other hand, though human things are ascribed to the Saviour in the Gospel, let us, considering the nature of what is said and that they are foreign to God, not impute them to the Word’s Godhead, but to His manhood. For though ‘the Word became flesh,’ yet to the flesh are the affections proper; and though the flesh is possessed by God in the Word, yet to the Word belong the grace and the power. He did then the Father’s works through the flesh; and as truly contrariwise were the affections of the flesh displayed in Him; for instance, He inquired and He raised Lazarus, He affected1275    John ii. 4. ἐπέπληττε; and so ἐπετίμησε, Chrysost. in loc. Joan. and Theophyl. ὡς δεσπότης ἐπιτιμᾷ, Theodor. Eran. ii. p. 106. ἐντρέπει, Anon. ap. Corder. Cat. in loc. μέμφεται, Alter Anon. ibid. ἐπιτιμᾶ οὐκ ἀτιμάζων ἀλλὰ διορθούμενος, Euthym. in loc. οὐκ ἐπέπληξεν, Pseudo-Justin. Quæst. ad Orthod. 136. It is remarkable that Athan. dwells on these words as implying our Lord’s humanity (i.e. because Christ appeared to decline a miracle), when one reason assigned for them by the Fathers is that He wished, in the words τί μοι καί σοι, to remind S. Mary that He was the Son of God and must be ‘about His Father’s business.’ ‘Repeliens ejus intempestivam festinationem,’ Iren. Hær. iii. 16, n. 7. It is observable that ἐπιπλήττει and ἐπιτιμᾷ are the words used by Cyril, &c. (infr. §54, note 4), for our Lord’s treatment of His own sacred body. But they are very vague words, and have a strong meaning or not, as the case may be. His Mother, saying, ‘My hour is not yet come,’ and then at once He made the water wine. For He was Very God in the flesh, and He was true flesh in the Word. Therefore from His works He revealed both Himself as Son of God, and His own Father, and from the affections of the flesh He shewed that He bore a true body, and that it was His own.

Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθ ὼς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι. Πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατ' οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία, ὁ καὶ λέ γων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, τὰ ἐμὰ τοῦ Πατρός ἐστιν; Εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ. Οὐ διὰ τὸ μὴ ἐσχηκέναι οὖν ποτε ταῦτα ἔλεγεν· ἀλλ' ὃ ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ, ἐδόθη μοι, καὶ τὸ, ἔλαβον, καὶ τὸ, παρεδόθη μοι, εἴρηκεν ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστι, διὰ μὲν τὴν ὁμοιότη τα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παρ' αὐτοῦ· διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ, ἐδόθη, καὶ τὸ, παρ εδόθη, καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεό τητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀλη θῶς Υἱὸν, ἔξεστι καὶ ἀπ' αὐτῶν τῶν ῥητῶν κα ταμαθεῖν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη· πρῶτον μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, πάν των ὢν κληρονόμος, μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατ' οὐσίαν τοῦ Πατρός. Εἰ γὰρ εἷς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος· ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ, ἐδόθη, καὶ, παρεδόθη, οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συν ιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Ἐκ μὲν γὰρ τοῦ λέγειν, δέδωκε, σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πα τέρα· ἐν δὲ τῷ λέγειν, οὕτως, δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον, ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν. Ὡς γὰρ ὁ Πα τὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν, ὅτι ἀεὶ ἔχει ὁ Πατήρ· πῶς οὐκ ἄτοπον τοῦ Υἱοῦ λέγοντος, ὅτι, ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέ γειν μὴ οὕτως ἔχειν, ἀλλ' ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πα τρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι· Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπ' ἐμαυτοῦ φωτίζω, ἀλλ' ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλ' ὅτι τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πα τὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης ἐστί· καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σω τῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. ∆ιὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζα ρος κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· καὶ, Πόσους ἔχετε ἄρτους· καὶ, Τί θέλετε ἵνα ποιήσω ὑμῖν· γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώ μεθα κατὰ τοὺς χριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νο μίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλ' ἔξεστι τὸν εἰδότα καὶ ἐρω τᾷν, περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, Πόσους ἄρτους ἔχετε, οἶδε μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τού του καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι, ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν, ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλ λεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν, ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρη ται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος ὁ πυνθανόμενος, ποῦ Λάζαρος κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, Λάζαρος ἀπέθανε, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατ' αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθη τῶν προγινώσκων, καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρ δίᾳ, καὶ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ· καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν Πατέρα, καὶ λέγει· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ ἀνθρώ πινον· μὴ γένοιτο! ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμ βανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν, ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακα λούμενος, πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγι νώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλ' ἐπυν θάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα δι' ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γι νώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυ τὸν τὸν δι' ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποστα λέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν λέγῃ ὁ Σωτὴρ Ἐδόθη μοι ἐξουσία, καὶ, ∆όξασόν σου τὸν Υἱὸν, λέγῃ τε ὁ Πέτρος, Ἐδόθη αὐτῷ ἐξουσία, τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπί νως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπ ώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ∆όξα σόν με, ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ, ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. ∆ιὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλα βὼν αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθ' ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρῄζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος· γέγονε γάρ· ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρῄζειν, καὶ τὸ ἀγνοεῖν· διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλ λοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; Εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, δι' ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖ νος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀνα στὰς ποία τοῖς ἀνθρώποις ἐστὶν ἐλπίς; Μένουσι γὰρ, ὥσπερ ἦσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; Εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι· κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολο γήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, ἃ μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα ἢ τὸ σῶμα βελτιωθὲν δι' αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δ' ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν, ὅτι ταῦθ' ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδό μενα χαρίσματα δι' αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως, ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖ νοι. ∆όξαν τοίνυν ᾐτεῖτο, καὶ ἔλεγε· Πάντα μοι παρε δόθη· καὶ μετὰ τὴν ἀνάστασιν ἐξουσίαν πᾶσάν φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν εἴπῃ, Πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ εἷς Κύριος ἦν, δι' οὗ τὰ πάντα· καὶ δόξαν μὲν αἰτῶν, Κύριος τῆς δόξης ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων· Τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνά στασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. Αὐτὸς μὲν γὰρ ἐπετίμα δι' ἑαυ τοῦ τῷ Σατανᾷ λέγων, Ὕπαγε ὀπίσω μου, Σα τανᾶ· τοῖς δὲ μαθηταῖς ἐδίδου κατ' αὐτοῦ τὴν ἐξουσίαν, ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐ ρανοῦ. Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέ ναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ ἔδησεν ὁ Σατανᾶς, ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς Ἀβραμιαίας θυγατρὸς ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ πα ραλυτικῷ, καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χα ριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ μέλλων, ἕως λάβῃ, ἀλλ' ἐξουσιαστὴς ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι, ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀν θρωπίνως εἰληφέναι λέγει, ἵνα δι' αὐτὸν οἱ ἄν θρωποι, ἐπὶ μὲν τῆς γῆς ὡς κοινωνοὶ γενόμενοι θείας φύσεως, λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς οὐρανοῖς, ὡς ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς, αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως, ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον· ὅτι Λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ ἀγγέλων, τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν, ἔλαβεν, ἀνθρω πίνως εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεό τητα τοῦ Λόγου δείκνυσιν. Παύσασθε τοιγαροῦν, ὦ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεό τητα αὐτοῦ, ἥτις ἐστὶ τοῦ Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀν θρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέ γηται περὶ τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλό τρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ. Εἰ γὰρ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σὰρξ θεοφορεῖται ἐν τῷ Λόγῳ, ἀλλ' ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε Λάζαρον, ἐπ έπληττε τῇ μητρὶ, λέγων· Οὔπω ἥκει ἡ ὥρα μου, καὶ εὐθὺς τὸ ὕδωρ οἶνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. ∆ιὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν, ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἦν αὐτοῦ τοῦτο.