Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμῆς ἀηττήτου δυνάμεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει.

126 Jο 17,9-13 ∆ιὰ τί φησιν ἐρωτῶ περὶ αὐτῶν καὶ τίς ἡ ἐρώτησις; ἤδη, φησίν, τῆς πνευματικῆς ἐπιστασίας δέονται τῆς ἀοράτως ἐν ψυχαῖς ἐνεργούσης, ὅτι μηκέτι κατὰ σῶμα πορεύομαι αὐτοῖς μηδὲ διαλέξομαι· καταλείψω γὰρ ἤδη τὸν κόσμον εἰς οὐρανοὺς μεταβαίνων. ἐπίστησον δὲ αὐτοῖς τὴν ἀόρατον ἐπιστασίαν δια φυλάττων αὐτοὺς υἱοὺς ὥσπερ γεγόνασιν λαβόντες παρ' ἐμοῦ τὸ ὄνομα τῆς υἱότητος. ἐμοῦ μὲν δὴ παρόντος ἐξήρκει τὸ ἐμὲ ὁρᾶν καὶ ἐμοῦ ἀκούειν καὶ τοῦτο ἦν αὐτοῖς ἱκανὸν εἰς τὸ φυλάττεσθαι. ἐφυλάχθησαν γοῦν καὶ οὐδεὶς τῆς ἐν ἐμοὶ σωτηρίας ἐκπέπτωκεν, εἰ μὴ μόνος ὁ πρὸς τὴν ἀπώλειαν ἑαυτὸν ἐκδε δωκώς, καθ' οὗ καὶ τὸ πνεῦμα τὸ προφητικὸν πεπλήρωται τὸ ἐξολεθρευθῆναι "ἐκ γῆς τὸ μνημόσυνον" αὐτοῦ. νῦν δὲ ἐπανιὼν ἤδη πρὸς σὲ τὴν σὴν αὐτοῖς ἀόρατον ἐπιστασίαν αἰτῶ. 127 Jο 17,10 Τοῦτ' ἔστι ὅσα κτῶμαι δι' ἁγιασμοῦ καὶ οἷς ἀποδίδωμι τὴν ἐν θείᾳ μορφῇ τελείωσιν μεταδιδοὺς τοῦ ἐμοῦ πνεύματος. προστίθησι δὲ ὅτι καὶ τὰ σὰ ἐμά. ταῦτα δὲ ἂν εἴη τὰ οὐράνια, ἃ μὴ προσλαμβάνει νῦν ἁγιασμόν, ἀλλ' ἐξ ἀρχῆς ἐν ἁγιασμῷ βέβηκεν· οὐδὲ γὰρ ἐκείνοις ἑτέρως ὁ ἁγιασμὸς ἢ διὰ τοῦ υἱοῦ θεϊκῶς μέντοι καὶ σαρκικῶς ἔτι πάντα ἁγιάσαντος. δοξάζεται οὖν οὐ μόνον ἐν τοῖς νῦν κτηθεῖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ ἐν τοῖς ἐξ ἀρχῆς ἐπὶ τῆς βασιλείας διαμείνασιν· τοῦτο γὰρ τὸ "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς" . τοιοῦτον καὶ τὸ ὑπὸ τῶν ἀγγέλων λεγόμενον· "δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας" . διὰ τοῦτο ἧκεν ὁ υἱὸς τοῦ θεοῦ διὰ σώματος, ἵνα τὴν ἐν οὐρανῷ δόξαν καὶ ἐπὶ γῆς ἐκτείνῃ καὶ δοξάζηται μὴ μόνον ἐν τοῖς κατ' οὐρανὸν ἁγίοις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ γῆν ἁγιαζομένοις. 128 Jο 17,16 Σαφῶς ἐν τούτῳ διαιρεῖ τὸ κατὰ φύσιν καὶ τὸ καθ' ὁμοίωσιν· ἑαυτόν τε γάρ φησιν ἐκ τοῦ κόσμου μὴ εἶναι καὶ τοὺς μαθητὰς ὁμοίως μὴ εἶναι ἐκ τοῦ κόσμου. δῆλον δέ, ὅτι Χριστὸς μὲν κατ' ἀλήθειαν οὐκ ἦν ἀπὸ κόσμου ἅτε δὴ καταβεβηκὼς ἐξ οὐρανοῦ, οἱ δὲ ἀπόστολοι κατὰ τὴν ὁμοίωσιν τὴν Χριστοῦ μεταβεβήκασιν ἀπὸ τοῦ κόσμου. φησὶ δὲ αὐτοὺς ξένους γεγενημένους ἀνθρώποις διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀρετήν, μεμισῆσθαι δὲ εἰκότως ὑπὸ τῶν ἐναντία φρονούντων. ἔχουσι μὲν οὖν ἤδη παρ' ἐμοῦ διὰ τῆς πρὸς ἐμὲ οἰκειότητος τὴν ἀλλοτρίωσιν τὴν πρὸς κόσμον καὶ οὐκέτι προσδέονται. προσδέονται δὲ τῆς ἐν τῷ ἀγαθῷ τούτῳ βεβαιώσεως ὡς μὴ βλαβῆναι διὰ τῆς τοῦ διαβόλου πονη ρίας καὶ τῆς θείας ταύτης οἰκειώσεως ἀπαλλοτριωθῆναι

πάλιν. 129 Jο 17,17-19 Ἔστω δὴ ἐν αὐτοῖς ἀληθὲς τὸ ἀγαθὸν καὶ ὁ ἁγιασμὸς ἀληθινός, μὴ "ἐναρξάμενοι πνεύματι, σαρκὶ" ἐπιτελεσθῶσί ποτε μηδὲ ζήσωσι κατὰ σαρκικὴν ἀλογιστίαν, ἀλλὰ κατ' ἀρετὴν τούτου λόγου, ἐν ᾧ πάλιν ἀληθὴς ἀρετή. 130 Jο 17,18 Πολὺ ἐνταῦθα τὸ ἀνισότιμον· ἀποστέλλει μὲν γάρ, φησίν, τοὺς μαθητὰς οὕτω ὡς παρὰ πατρὸς αὐτὸς ἀποστέλλεται. οὐδεμία δὲ ἰσοτιμία τῆς ἐξ οὐρανοῦ παρουσίας εἰς γῆν καὶ τῆς ἐν τῇ γῇ γενομένης ἀποστολῆς τῶν μαθητῶν· οὐδὲ γὰρ ὡς φύσει διδάσκαλοι πέμπονται καθάπερ ὁ κύριός ἐστιν, ἀλλὰ προσλα βόντες τὴν διδακτικὴν δύναμιν καὶ σοφίαν καὶ οὕτω διὰ τῆς μιμήσεως τὸ ἀγαθὸν εἰς τὸν κόσμον χωρεῖ καὶ τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ παρὰ πατρὸς διὰ τῶν ἀποστελλομένων ὑπ' αὐτοῦ μαθητῶν ἐπὶ πάντας διαβαίνει.

132 Jο 18,1-4 Προσεκτέον τὸν Ἰωάννην παριόντα τὴν ἱστορίαν τὴν περὶ τῆς ἀδημονίας καὶ λύπης τοῦ κυρίου, ἣν οὐ παραλελοίπασιν οἱ ἄλλοι. ἀλλ', ὅπερ ἔφην,

19