De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
εὐεργέται, ἐν τῇ τοῦ Πνεύματος ἐπιφοιτήσει ἡγιασμένον στέφανον ἐπέθηκεν οὐρανόθεν ταῖς τιμίαις κορυφαῖς ὑμῶν· διὸ αὐτὸν δυσωποῦμεν ἐκ καρδίας ἀπαύστως· Κύριε, ὁ αἰωνίως βασιλεύων, τούτους ἡμῖν χάρισον εἰς χαρὰν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων." ∆οχὴ γʹ. τῶν Βενέτων, φωνή, ἦχ. δʹ· "Πυρὸς ἐν εἴδει τὸ Πνεῦμα τοῖς ἀποστόλοις ἐπέστη σήμερον οὐρανόθεν." Ἄλλο, ἦχος ὁ αὐτός· "Ὁ γλωττομόρφοις Θεὸς πυρσοφαΐαις τὰς τῶν ἐθνῶν ἐκμειώσας ἀθεΐας, δι' ὑμῶν, 1.55 ἀνδρειότατοι δεσπόται, ἐκπολεμῆσαι ἐπαγγέλλεται καὶ ἐκμειῶσαι τὰς τῶν ἐθνῶν ἀθεΐας, καὶ ὁμογλώττους ἐν πίστει τοὺς ἀλλογλώσσους ἑλκύσῃ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἡ χαρὰ καὶ ἀνέγερσις τῶν Ῥωμαίων." ∆οχὴ τετάρτη, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ· "Ἡ τοῦ θείου Πνεύματος παρουσία," καὶ τὰ ἑξῆς. Ἄλλο, ἦχ. δʹ· "Ἡ ὑπεράρχιος Τριάς, ὁ δεῖνα καὶ ὁ δεῖνα θεόστεπτοι, ἀδιαιρέτως ἐν τῷ στέφει ὑμῶν δείκνυται εὐδοκοῦσα· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ Πατὴρ τὰς πλάκας Μωσῇ παρέχει, Υἱὸς τὸ Πνεῦμα τοῖς μαθηταῖς δωρεῖται, αὐτὸ τὸ Πνεῦμα πυρίναις γλώσσαις τυπούμενον φανεροῦται· τριπλασιαζομένης δὲ τῆς ἑορτῆς ὑμῶν, θεολογεῖται σήμερον ἡ ὁμοούσιος Τριὰς ἡ στέφουσα ὑμᾶς." ∆οχὴ εʹ, τῶν Πρασίνων, φωνή, ἦχ. γʹ· "Λιμὴν τῶν θείων διδαγμάτων, ἡ τοῦ παναγίου Πνεύματος χάρις." Ἀπελατικός· "Τῷ Ἁγίῳ Πνεύματι ἐστέφθητε, οἱ δεσπόται τῶν Ῥωμαίων, καὶ ἐν αὐτῷ ὁδηγεῖτε τὸν λαὸν ὑμῶν ἐν πάσῃ προσκυνεῖν ἀληθείᾳ τὸ τρισυπέρθεον κράτος." ∆οχὴ ϛςʹ, τῶν Βενέτων, φωνή, ἦχ. δʹ· "Πυρὸς ἐν εἴδει τὸ Πνεῦμα" καὶ τὰ ἑξῆς. Ἄλλο, πλαγ. δʹ· "Θεὸς τὸ Πνεῦμα, σήμερον ἐγνωρίσθη τοῖς ἀποστόλοις ἐν γλώσσαις πυριμόρφοις, καὶ ὑμᾶς, θεόστεπτοι εὐεργέται, τῇ ἀλουργίδι καὶ τῷ στέφει δοξάσας, ἐδικαίωσεν βουλήσει θεοκρίτῳ βασιλεύειν ἐπαξίως Ῥωμαίων. ∆όξα Θεῷ τῷ στέψαντι ὑμᾶς εἰς ἀνέγερσιν Ῥωμαίων." Ἀκτολογία τῆς ἕκτης δοχῆς. Λέγουσιν οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Εἰς πολλὰ ἔτη, εἰς πολλά." Οἱ κράκται· "Ὁ τῶν πάντων Ποιητὴς καὶ ∆εσπότης." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται. "Ὁ τὸ παράκλητον καὶ ἅγιον Πνεῦμα." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ 1.56 κράκται· "Καταπέμψας ἐν γλώσσαις τῶν ἀποστόλων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας." Τριλέξια εἰς τὴν αὐτὴνἑορτήν, πλαγʹ. δʹ· "∆έξαι δούλους, δέσποτα, τοῦ ὑμνεῖν τὸ εὐσεβές σου· ὁ Θεὸς ὁ στέψας αὐτοχείρως τὴν κορυφὴν ὑμῶν ἀξιώσῃ. Ἔνθεν κἀκεῖθεν τὰ βῆλα οἱ σιλεντιάριοι, καὶ εἰσάγει ὁ πραιπόσιτος βῆλον αʹ· μαγίστρους, καὶ ὁ μὲν πραιπόσιτος ἀνέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Οἱ δὲ μάγιστροι καὶ οἱ μέλλοντες καθεξῆς εἰσέρχεσθαι ἐν ἑκάστῳ βήλῳ, εἰσερχόμενοι οὐ πίπτουσι, καὶ ἀπελθόντες ἵστανται ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε, κατὰ τὰς αὐτῶν τάξεις καὶ στάσεις. Εἶθ' οὕτως λαβὼν πάλιν νεῦμα ὁ πραιπόσιτος, ἐξέρχεται μετὰ τῶν δύο ὀστιαρίων καὶ εἰσάγει βῆλον δεύτερον· πατρικίους καὶ ἀνθυπάτους. Βῆλον γʹ· πατρικίους καὶ στρατηγούς. Βῆλον τέταρτον· τὸν ὕπαρχον τῶν πραιτωρίων, τὸν κυαίστωρα, ἀνθυπάτους τῶν θεμάτων καὶ ἐπάρχους. Βῆλον εʹ· τὸν λογοθέτην τοῦ στρατιωτικοῦ, τὸν δομέστικον τῶν Ἱκανάτων, τὸν δομέστικον τῶν Νουμέρων, τὸν δομέστικον τῶν Ὀπτιμάτων, τὸν δομέστικον τῶν τειχῶν, τὸν σακελλάριον, τὸν τοῦ σακελλίου, τὸν τοῦ Εἰδικοῦ, τοὺς δημάρχους τῶν δύο μερῶν, τὸν κουράτορα τὸν μέγαν, τὸν τοποτηρητὴν τῶν σχολῶν καὶ δισυπάτους, σπαθαρίους, συγκλητικοὺς καὶ ὑπάτους. Βῆλον ϛʹ· κόμητας τῶν σχολῶν. Βῆλον ζʹ· βασιλικοὺς κανδιδάτους. Βῆλον ηʹ· δομεστίκους τῶν σχολῶν. Βῆλον θʹ· τοὺς ἀπὸ ἐπάρχων. Εἰ τύχωσι δὲ καὶ πρέσβεις μεγάλου ἔθνους, εἰσέρχονται ἀπὸ κελεύσεως, καὶ προσκυνήσαντες 1.57 τὸν βασιλέα καὶ ἀσπασάμενοι, ἐξέρχονται, μηδὲν ἕτερον πράττοντες. Καὶ εἶθ' οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει μεγάλως τό· "Κελεύσατε." Ἅπαντες δὲ ἀνταποκρίνονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν." Καὶ ἐξέρχονται ὅθεν εἰσῆλθον, βασταζομένου τοῦ βήλου, τοῦ ὄντος κάτω ἐν τοῖς κίοσιν, ὑπὸ τῶν προειρημένων δύο σιλεντιαρίων. Καὶ πάντων ἐξελθόντων, ἀνίσταται ὁ βασιλεύς, καὶ ἀπέρχεται ὄπισθεν τῶν ιθʹ Ἀκκουβίτων πρὸς τὸ ὑπαλλάξαι τὸν λῶρον διὰ τῶν βεστητόρων, καὶ ἡνίκα ὑπαλλάξει, ἐξέρχονται οἱ βεστήτορες, καὶ μένει ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου μόνου, καὶ στέφεται ὑπὸ