ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τρα πεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μὴ πιστεύσαντες· εἶχον γὰρ μικρὰν φωταγωγίαν ἐκ τοῦ νόμου ὁδη γοῦσαν αὐτοὺς ἐπὶ τὴν εἰς θεὸν γνῶσιν. ἐπειδὴ δὲ εἰς Χριστὸν δε δυσσεβήκασιν, καὶ αὐτῆς ἐστερή θησαν. ὁ μέντοι κύριος σαφέστερον δεικνὺς τί ἐστιν ὅπερ εἶπεν, ὅτι τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθή σεται ἀπ' αὐτοῦ, ἐπάγει· διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέ πουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν. Τοῖς εὐμαθέσιν ἀνθρώποις καὶ καλῶς διακειμένοις πρὸς παρα δοχὴν θείων λόγων ἐνοικισθήσεται τὸ πνεῦμα τὸ ἅγιον αὐξάνον ἐν αὐτοῖς τὰ χαρίσματα, τοῖς δὲ σπιν θῆρα φωτὸς κεκτημένοις καὶ τού του ἀμελήσασι σβεσθήσεται πάν τως καὶ ἀρθήσεται ἀπ' αὐτῶν καὶ τὸ σμικρότατον, ὃ πρότερον εἶχον. τοῦτο δὲ Ἰουδαῖοι πεπόνθασι λα βόντες φῶς ἐκ τοῦ νόμου καὶ μὴ πολυπλασιάσαντες, ἀλλὰ καὶ τῆς ἀληθείας ἐλθούσης ἀμβλυωπήσαν τες πρὸς αὐτὴν ἀφῃρέθησαν, ὃ ἐκέκτηντο. 166 Mt 13, 15 Τὸ εἰπεῖν μήποτε ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτοὺς ἐπιτετα μένην ἐμφαίνει δυστροπίαν, πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γάρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς οὕτως λαλεῖ, ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾶν, πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν πάντα ποιεῖ. 167 Mt 13, 16 Μακαρίζει τοίνυν αὐτοὺς ὡς ἀκηκοότας τῆς τοῦ υἱοῦ φωνῆς καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι' οὗ καὶ ἐν ᾧ τὴν τοῦ πατρὸς καὶ θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι καὶ πληρεστάτην ἔσχον τὴν ἐπ' ἀγαθοῖς θυμηδίαν. 168 Mt 13, 19-22 Ἴδωμεν ὡς ἐν παχέσι πράγμασι, τί ἐστι τὸ ἐπὶ τῆς ὁδοῦ εἶναι. σκληρὰ καὶ ἀνόνητός πώς ἐστι πᾶσα ὁδὸς διὰ τὸ τοῖς ἁπάντων ὑπο κεῖσθαι ποσὶ καὶ οὐδὲν αὐτῇ ἐγχώννυται τῶν σπερμάτων, κεῖται δὲ μᾶλλον ἐπιπολῆς καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν οἳ τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον, ἀλλὰ τοῖς ἀκαθάρτοις πνεύ μασι πεπατημένη γεγόνασιν ὁδός· ταῦτα γάρ ἐστι "τὰ πετεινὰ τοῦ οὐρα νοῦ". οὐρανὸν δὲ ἐνταῦθα τὸν ἀέρα νοοῦμεν, ἐν ᾧ τὰ τῆς πονηρίας πνεύ ματα στρέφονται, ὑφ' ὧν καὶ τὸ καλὸν σπέρμα διαρπάζεται καὶ ἀπόλλυ ται. τίνες δὲ καὶ οἱ ἐπὶ τῆς πέτρας; εἰσί τινες ἀπεριέργως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, τὸν δὲ νοῦν οὐ καθιέντες εἰς τὴν τοῦ μυστηρίου βά σανον. οὗτοι κούφην τε καὶ ἀνάρριζον ἔχουσι τὴν εἰς θεὸν εὐσέβειαν. κἂν μὲν ἐξ οὐρίας φέρηται τὰ Χριστιανῶν πράγματα οὐδενὸς αὐτὰ καταχειμάζοντος πειρασμοῦ, σῴζουσιν τηνικάδε μόλις ἐν ἑαυτοῖς ἐκεῖνοι τὴν πίστιν, θορυβήσαντος δὲ διωγμοῦ ἀφιλοπόλεμον ἔχουσιν τὴν ψυ χήν. 169 Mt 13, 19-23 Ματθαῖος ἔγραψε πονηρός, Μᾶρκος δὲ "σατανᾶς", Λουκᾶς δὲ "διάβολος". οὐ ταὐτόν ἐστι παρὰ τὴν ὁδὸν καὶ ἐν τῇ ὁδῷ, δεόμεθα δὲ τῆς διαφορᾶς διὰ τὸ "ἐγώ εἰμι ἡ ὁδός"· πλὴν οἱ τρεῖς ἔγραψαν παρὰ τὴν ὁδόν. χαριέστατα δὲ Ματθαῖος καὶ Μᾶρκος "ἐπὶ τὰ πετρώδη", οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον. ἐπὶ μὲν σύμπαντος τοῦ παρὰ τὴν ὁδὸν εἴρηται τὸ μὴ συνιέντος. ἐπὶ δὲ τῆς καλῆς γῆς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς· μήποτ' οὖν οἱ ἐπὶ τὰ πε τρώδη καὶ οἱ εἰς τὰς ἀκάνθας μεταξύ εἰσιν ἀσυνετούντων καὶ συν ιέντων. προτρεπτικὸν δὲ εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ μὴ τοῦ συνιέντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ, τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ καὶ μὴ γυμνὸν εὑρισκόμενον ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων. 171 Mt 13, 49-50 Ὅτι δὲ οἰκουμενικὴ γέγονεν ἡ διὰ Χριστοῦ κλῆσις, αὐτὸς πιστώ σεται λέγων ἐναργῶς, ὅτι τῶν εὐαγγελικῶν κηρυγμάτων τὸ λίνον ἐκ παντὸς συνάγει γένους. καὶ ὥσπερ οἱ τῆς τῶν ἰχθύων θήρας ἐπιστή μονες καὶ