1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

19

πρόβατα πολύτοκα πληθύνοντα, καὶ βόες παχεῖς, ὁποῖοι τῆς Αἰγύπτου εὐθηνίας· καλοὶ γὰρ τῷ εἴδει καὶ ἐκλεκτοὶ ταῖς σαρξὶν ἦσαν οὓς εἶδεν ὁ Φαραώ· τοῦ δὲ δικαίου ἡ ποίμνη ψυχὰς ἀκεραίους, καὶ ἀγαθὰ καὶ λογικὰ πρόβατα ἐμπεριείληφε. 24.57 Τοῦ δικαίου μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον, μακάριοι οἱ υἱοὶ ὡσεὶ νεόφυτά εἰσιν ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτοῦ· τῶν δὲ ἀλλοτρίων οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Κἀκείνῳ μὲν οὐκ εἰσὶ θυγατέρες· τούτοις δέ εἰσι κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ· κἀκείνῳ μὲν εἰσὶν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί· ἔτι ἐκείνῳ μὲν οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ τὰ ταμεῖα πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη. Υἱοὶ οἱ αἱρετικοὶ λόγοι, καὶ τὰ νοήματα ὡς νεόφυτα, διὰ τὴν καινοτομίαν· θυγατέρες αἱ λέξεις· κεκαλλωπισμέναι δὲ διὰ τὴν φράσιν, ναὸν οὖσαι τοῦ φρονήματος. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, κ.τ.λ. Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· ∆ιὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; καὶ τὰ ἐφεξῆς· πλὴν ἐπιφέρει· Οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. Καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ τὰ ἑξῆς· ὧν καὶ αὐτῶν ἡ λύσις ἐπάγεται ἐν τῷ, Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρομένων.

ΨΑΛΜΟΣ ΡΜ∆ʹ.

Οὔτε δι' ὀργάνου τοῦ καλουμένου ψαλτηρίου λέλεκται τὰ προκείμενα, οὔτε

δι' ᾠδῆς, καθ' ἕτερον δὲ τρόπον, Αἴνεσις ἐπιγέγραπται. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ' Ἑβραίοις τοῦ παρόντος στίχου τὸ βήθ. ∆ιδάσκει δὲ ὅτι προσήκει ὥσπερ ὀφειλὴν ἑκάστης ἡμέρας τῷ Θεῷ τὸν ὕμνον ἀποδιδόναι .. μηδεμιᾶς ἡμέρας τῷ Θεῷ ὕμνον ὀλιγωρεῖν καὶ ἀπολιμπάνεσθαι. ∆ιανοίᾳ μὲν οὖν καὶ λογισμοῖς, καὶ αὐτῇ τοῦ ἐν ἡμῖν πνεύματος δυνάμει αὐτὸν τὸν Θεὸν ὑψοῦμεν καὶ εὐλογοῦμεν· χείλεσι δὲ καὶ θνητοῖς ῥήμασι τοῦ Θεοῦ τὸ ὄνομα δοξάζομεν· Ἀεὶ σὲ, φησὶν, ὑμνῶν διατελῶ, καὶ οὐδεμίαν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. Ἀντὶ δὲ τοῦ, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁ μὲν Ἀκύλας εἰσέτι, ὁ δὲ Σύμμαχος διηνεκῶς ἡρμήνευσαν. - Ἀκόλουθα δὲ πάντα τοῖς προλαβοῦσι· εἰπὼν γὰρ εὐλογήσω καὶ ὑψώσω, δείκνυσιν ὡς οὐδὲν αὐτῷ προστίθησιν ἡ παρ' ἡμῶν εὐφημία· ἑαυτοὺς δὲ λαμπρύνομεν, αἶνον δὲ εἰς τὸν αἶνον προσάγοντες. Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. ∆ιὰ τούτων διδάσκει τοῦ Θεοῦ τὰς ἀρετὰς, ὅσαι εἰς ἡμᾶς διήκουσιν, ἀφ' ὧν αὐτὸν καὶ γνωρίζομεν· τὰς γὰρ ὑπὲρ ἡμᾶς ἀθεωρήτους ἡμῖν οὔσας καὶ ἀκαταλήπτους, οὐχ οἷόν τέ ἐστι θνητῇ φύσει περιλαβεῖν. Ἀεὶ δὲ εἰς ἡμᾶς φθάνουσαι τοῦ Θεοῦ ἀρεταὶ, ἀφ' ὧν αὐτὸν γινώσκομεν, αἱ φωναί εἰσιν αὗται. 24.60 Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ τὰ ἀκόλουθα. Μὴ γὰρ ὄντας ἡμᾶς, μηδὲ ὑφεστῶτας, παρήγαγεν εἰς φῶς· εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονητικῶς ἔχοντας αὐτοὺς οὐ μετέρχεται κατ' ἀξίαν· ἐμ.. δὲ ἐλεεῖ, ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν, διὰ τὸ μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ· οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοῦτό ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἁπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι τοῖς σύμπασιν. Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐπειδὴ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ἀκολούθως λέλεκται· Ἐξομολογησάσθωσάν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται αὐτῷ ὡς καὶ αὐτὰ τὰ νομιζόμενα εἶναι ἄψυχα, φωνὴν ἀφιέντα μονονουχὶ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποιήσαντι αὐτά.