COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς μακρᾶς πάλιν εἰς δύο βραχείας διαλυομένης· ὁ γὰρ πυρρίχιος ἐκ δύο βραχειῶν συγκείμενος οὐκ εἶχεν εἰς τί διαλύεσθαι. (31, 20) 9Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς τὰ ἀντι σπαστικά, οὐ μόνον ἔχει τὴν πρώτην συζυγίαν τρεπο μένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς 239 ἰαμβικαῖς ἑπομένην.9 -Ὃ δὲ θέλει εἰπεῖν τοιοῦτόν ἐστιν· ὅτι συμβαίνει τὰ ἀντισπαστικὰ οὐ μόνον <κατὰ> τὴν πρώτην συζυγίαν παρανομεῖν, ἀλλ' ἐὰν ἐπιμίσγη ται αὐτοῖς βάσις ἰαμβική, καὶ <ἡ> ἑπομένη τῇ ἰαμβικῇ παρανομηθήσεται παρὰ τὴν ἄρχουσαν· ὅτε δ' οὐκ ἀναμίσγονται αὐτῷ τὰ ἰαμβικά, καθαρεύει περὶ τὰς ἑξῆς ὁ ἀντίσπαστος. (32, 5) 9Πενθημιμερές, τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον.9 τοῦτο κατὰ πόδα μετρεῖται· δύο γάρ εἰσι κῶλα, ἵνα σύγκειται ἀπὸ ἀντισπάστου καὶ πυρριχίου [ἤγουν συλ λαβῆς μακρᾶς διαλυθείσης εἰς δύο βραχείας]. ἰστέον γάρ, ὅτι τὸ δοχμιακὸν σύγκειται ἐξ ἀντισπάστου καὶ συλλαβῆς, ὡς πρὸς τὸν μετρικὸν χαρακτῆρα. οἱ μέντοι ῥυθμικοὶ τὸ πᾶν μέτρον ὡς μίαν συζυγίαν λαμβάνον τες δοχμιακὸν ὀνομάζουσι διὰ τὴν τοιαύτην αἰτίαν. οἱ προειρημένοι ῥυθμοί, ἴαμβος παίων ἐπίτριτος, ὀρθοὶ καλοῦνται· ἐν ἰσότητι γὰρ κεῖνται, καθὸ ἕκαστος τῶν ἀριθμῶν μονάδι πλεονεκτεῖται· ἢ γὰρ μονάς ἐστι πρὸς δυάδα ἢ δυὰς πρὸς τριάδα ἢ τριὰς πρὸς τετράδα· [τουτέστι μακρὸς χρόνος πρὸς βραχείας, ὡς ἐν τῷ δα 240 κτύλῳ τυχόν, μονὰς πρὸς δυάδα.] ἐν δὲ τῷ δοχμίῳ [ἐπίτριτός ἐστι καὶ συλλαβή] εὑρίσκεται ἡ διαίρεσις τριὰς πρὸς πεντάδα, οὐκέτι ὀρθή. οὗτος οὖν ὁ ῥυθ μὸς οὐκ ἠδύνατο ὀρθὸς καλεῖσθαι, ἐπεὶ δυάδι πλεο νεκτεῖται. ἐκλήθη οὖν δόχμιος, ἐν ᾧ τὸ τῆς ἀνισότη τος μεῖζον ἢ κατὰ τὴν εὐθεῖαν κρίνεται. Ἐνταῦθα οὖν δόχμιον ῥυθμόν φησιν ἴαμβον καὶ παιῶνα πρῶ τον, τουτέστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ μακρᾶς καὶ τριῶν βραχειῶν· τινὲς γὰρ οὕτω μετροῦσι. καὶ ἔστιν ἡ ˉτˉαˉι συλλαβὴ εἰς δύο βραχείας λογιζομένη τοῦ παιῶ νος, ἵνα τὸ 20μαίεται20 πρῶτος παίων ᾖ. τὸ δὲ τέλος τῆς δευτέρας χρήσεως ἀντὶ μακρᾶς ἔχει τὸ τέλος λυό μενον εἰς δύο βραχείας καὶ ποιεῖ πάλιν παιωνικόν. (32, 13) 9Τὸ καλούμενον Γλυκώνειον.9 -Κωμικὸς δὲ ἦν ὁ Γλύκων, οὗ καὶ δρᾶμα φέρεται κωμικὸν οἱ Φρά τορες. Ἰστέον οὖν ὅτι τινὲς εὕρεμά φασιν, ὅπερ οὐ δεῖ. εἴρηται μὲν γὰρ καὶ εὕρησις καὶ εὕρεσις, καὶ Ἀττικοί τινες ἑκατέρως φασίν· ἔστι γὰρ σύγγραμμα παρὰ Θεο φράστῳ περὶ εὑρήσεως· ἀλλὰ διὰ τοῦ ˉε ἐν ἰάμβῳ οὐχ εὕρεσις τοῦτ' ἔστιν, ἀλλ' ἀφαίρεσις 241 ἐν τοῖς ἘπιτρέπουσιMen. 180 καὶ εὕρημα διὰ τοῦ ˉη εὕρημα δ' οὐκ οἶσθ' οἷον εὕρηκας τόδεEurip. Med. 716)· οὐ μὴν διὰ τοῦ ˉε εὕρεμα. (33, 2) 9Φαλαικείον καλεῖται9. -Φαλαίκειόν φησι μέτρον, οἱονεὶ Φιλίκειον ἀπὸ Φιλίκου τοῦ προειρημέ νου. τὸ δὲ χαῖρ' ὦ χρυσόκερως βαβάκτα κήλων Κρατίνου ἐστί. (33, 19) 9Τὸ δὲ δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον.9 -Πριάπειον δὲ ἐκλήθη, ἐπειδὴ Εὐφρόνιος ὁ γραμματικὸς ἐπὶ τῶν Πτολεμαίων ἐν Ἀλεξανδρείᾳ ἔγραψεν εἰς Πρίαπον τούτῳ τῷ μέτρῳ· καὶ ὥσπερ τὸ ἰθυφαλλικὸν ἐκλήθη ἐπιτήδειον ὂν εἰς τὸν ∆ιόνυσον, οὕτω καὶ τὸ Πριάπειον. ἰστέον δέ, ὅτι τούτου τοῦ Εὐφρονίου γέγονεν ἀκροατὴς Ἀρίσταρχος ὁ γραμματι-κός, οὐ μόνον Ἀριστοφάνους τοῦ Βυζαντίου. (34, 21) 9Κρονίδα βασιλῆος γένος Αἴαν τὸν ἄριστον πέδ' Ἀχιλλέα9 οἱονεὶ τοῦ Κρονίδου βασιλέως γένος, τὸν Αἴαν (ἀντὶ τοῦ τὸν Αἴαντα), ἄριστον ὄντα μετὰ τὸν Ἀχιλλέα. πέδα ἀντὶ τοῦ μετά, ὡς τὸ (τοῦ ποιητοῦ δ' ἔστι τοῦτο) μετ' ἀμύμονα Πηλείωνα (λ 470 αλ.). 242

Cap. XI. Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος