βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν· καὶ νήσους πάλιν ἔχει, Σαρδινίαν, Κρήτην, Κύπρον καὶ ποταμὸν τὸν καὶ Νεῖλον καλούμενον. ̣4 ̣ Τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενίαμικρὰ καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, 110.100 Γαλατία, Κολχὶς, Βόσπορος, Μαιῶτις, ∆ερβὶς, Σαρματὶς, Ταυριανὶς, Μολοσσὴ, Θεσσαλία. Λοκρὶς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελλήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρὶς, Λυχνῖτις, Ἀδριακὴ, ἐξ ἧςτὸ Ἀδριακὸν πέλαγος. Ἔχει καὶ νήσους, Βρετανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χῖον, Λέσβον, Κυθήρην, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κόρκυραν καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην Ἰωνίαν, καὶ ποταμὸν Τίγριν, τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. ̣5 ̣ Τούτων οὖν κλη ροδοτηθέντων, ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ 41 τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννικῶς καθήρπασεν αὐτὴν καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐξήλασεν, καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσαγορεύε ται. Κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυὴ, καθὼς καὶ τῷ Ἀβραὰμ προεπηγγείλατο. ∆ίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησεν. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζʹ, καὶ ἀπ έθανε, ζήσας τὰ πάντα ἔτη τλθʹ. ̣7 ̣ Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ, ἐγέννησε τὸν Ναχὼρ, καὶ μετὰ τοῦτο ἔζησε ἔτη ςʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλʹ, ὃς πρῶτος ἤρξατο τοῦ Ἑλληνικοῦ δόγματος διὰ τοὺς πάλαι γενομένους πολεμιστὰς καὶ ἡγεμόνας καὶ πράξαντάς τι ἀνδρεῖον, ἀρετῆς καὶ μνήμης ἄξιον, οὓς καὶ ἀνδριάσι στηλῶν ἐτίμησαν, ὡς ἀγαθόν τι πεπραχότας. Οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι ἀγνοοῦν τες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτο ρας καὶ ἀγαθῶν πραγμάτων ἐπινοητὰς ἐτίμησαν μνήμης μόνον χάριν, οὗτοι ὡς θεοὺς ἐτίμησαν, καὶ ἔθυον αὐτοῖς, καὶ οὐχ ὡς ἀνθρώπους θνητοὺς γενο μένους· ὧν τὴν ἀσέβειαν Σολομῶν στηλιτεύει, φάσκων· "Τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν εἰς σέβασμα ἐλογίσαντο." ̣8 ̣ Σαφέστερον δὲ καὶ διεξοδικώτερον τὴν παράνοιαν τούτων καὶ ἀθεΐαν ἐλέγχων ὁ μέγας Ἀθανάσιος τοιάδε φησί· "Σαθρᾶς τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινο μένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλη σιαστικῆς διαγνώσεως. Οὔτε γὰρ τὸ κακὸν παρὰ Θεοῦ, οὔτε ἐν τῷ Θεῷ· οὔτε μὴ οὐσία τις ἔστιν, ἀλλ' ἄνθρω ποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας 110.101 ἐπινοεῖν ἤρξαντο, καὶ ἅμα πράττειν τὰ οὐκ ὄντα καὶ ἅπερ ἐβούλοντο. Ὥσπερ γὰρ ἄν τις, ἡλίου φαίνοντος, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἐπινοεῖ, καὶ λοιπὸν ἐν σκότει πλανώ μενος καὶ περιπατῶν προσκόπτει, 42 πολλάκις κατὰ μικρὸν ὑπάγει, νομίζων, μὴ εἶναι σκότος, ἀλλὰ φῶς, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύουσα τὸν νοητὸν ὀφθαλμὸν, δι' οὗ τὸν Θεὸν ὁρᾷν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησε." "Γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν Θεὸν καὶ ὑπ' αὐτοῦ φωτίζεσθαι· αὐτὴ δὲ ἀντὶ τοῦ ἀφθάρτου Θεοῦ φθαρτὰ τὰ τοῦ σκό τους ἔργα ἐπεζήτησε, καθὼς γέγραπται, ὅτι "Ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· αὐτὸς δὲ ἐπε ζήτησε λογισμοὺς πολλούς." ̣9 ̣ Ἐπεὶ οὖν ὥσπερ μανέντες οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἐπενόησαν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. Ὡς γὰρ πάλιν εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέπει τὸ φῶς μήτε τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλ μῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπίχυσιν, μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζει μηδὲν εἶναι πλέον ἐκείνων· οὕτω δὴ καὶ οἱ πάλαι τῶν ἀνθρώπων καταδύντες εἰς τὰς τῆς σαρκὸς ἐπιθυμίας καὶ φαντασίας, κἀντεῦθεν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ ἐννοίας τε καὶ δόξης, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Καὶ ὥσπερ, κατὰ τὸ λεχθὲν παρά δειγμα, οἱ εἰς βυθὸν καταδυόμενοι, ὅσον ἐπικατα βαίνουσι, τοσούτῳ μᾶλλον τὰ σκοτεινότερα καὶ βαθύτατα βλέπουσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. Οὐ γὰρ ἁπλῆν ἔσχε