καὶ πολίσματα ἄττα ἑλὼν ἠνδραποδίσατο, καὶ τήν τε Ἀλβανῶν χώραν ἐπιπέμψας στράτευμα ἐληΐζετο ἔστε ἐπὶ τὴν ἐς τὸ Ἰόνιον παράλιον χώραν, καὶ τὴν περὶ Ἐπίδαμνον. Καὶ Ἕλληνες μὲν αὐτῷ ἐφείποντο στρατευόμενοι ἅμα, ὅποι ἂν ἐλαύνοι, ὅ τε Ἰωάννου τοῦ βασιλέως Ἑλλήνων παῖς Ἐμμανουῆλος, καὶ Ἀνδρονίκου τοῦ πρεσβυτέρου παῖς Ἰωάννης. τούτους γὰρ ὡς τὼ ὀφθαλμὼ ὄξει ζέοντι περιέχει, παρείχετο αὐτοῖς τὴν δίαιταν ἀμφοῖν. οὗτοι δ' ὡς ἔγνωσαν ὁρῶντες ἐπὶ σφίσιν αὐτοῖς, καὶ ὅτι τῶν ὀφθαλμῶν ἐπὶ τὸ ἄμεινον διακέοιτο, χρόνου ἐπιγενομένου σφίσι, τῇ τε γυναικὶ καὶ ἀλλήλοις ἐς λόγους ἀφικόμενοι, καί τινων ἄλλων ἐς τὴν ἐσήγησιν ταύτην ἐξηγουμένων καὶ συνεπιλαβομένων, ἀπέδρασαν ἐς τὴν καταντικρὺ Βυζαντίου πόλιν Γαλατίην Ἰανυΐων. ἐντεῦθεν δὲ ἀφίκοντο παρὰ βασιλέα Παιαζήτην, καὶ ἀφικόμενοι ἠξίουν σφίσιν ἐπικουρίαν δοθῆναι ὡς ἐπὶ τὴν ἑαυτῶν πόλιν ἐλαύνειν, καὶ ἐδέοντο κατάγειν σφᾶς. ἔλεγε δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἀφικόμενος τοιάδε. "Ἐμοὶ μὲν οὖν, βασιλεῦ, συμφορᾷ πεπληγμένῳ τοιᾷδε, τύχῃ τῇ ἀμείνονι ἐπιτρέψας ἐμαυτὸν καὶ θεῷ τῷ πάντα ἐφορῶντι βέλτιον ἔχω ἐμαυτοῦ, καί μοι χάριν ὁ δαίμων κατέθετο οὐκ ἀηδῆ· ὁρᾶν γὰρ ἤδη ἐμοὶ κατέλιπε βραχὺ πάμπαν τῆς ὄψεως ἀφελόμενος, τήν τε βασιλείαν ὑπισχνεῖται, καὶ τὴν βασιλείαν ἀνήκουσαν ἐμοὶ θέμις ἀποδιδόναι. ταύτην δὲ τὴν βασιλείαν ἡμῶν, ἢν ἐμοὶ πείθῃ, ἕξεις τοῦ λοιποῦ χρῆσθαι, 1.56 ὅπως ἄν σοι δοκοίη, ἢν ἐμοὶ ταύτην ἀποδεδωκὼς ἔσῃ, ἢν ἱππέας τετρακισχιλίους μάλιστα παρεχόμενος ἕπεσθαί μοι ἐπὶ μῆνας δύο κελεύῃς. εἰσὶ δὲ παρ' ἡμῖν σχεδὸν οἱ τοῦ ἄστεος γένει τε καὶ πλούτῳ προφέροντες, καὶ τούτων οὐκ ὀλίγοι εἵποντο ἄν μοι ἐνθάδε, εἰ μὴ εἰδείην ἐν τῷ ἄστει ἐμοὶ τυγχάνειν ὄντας καὶ ἐμοὶ τιμωροῦντας, ἐφ' ὅ τι ἂν γνοίην ἡμῖν ἐπιτήδειον ἔσεσθαι. φόρον δὲ τῷ σῷ οἴκω πολλαπλάσιον ὑπισχνοῦμαι ἀπάγειν ἔτους ἑκάστου, καὶ ἁρμοστὴν ἔχειν ἐν τῇ πόλει." Βασιλεὺς δὲ ἀμείβετο τοῖσδε. "ἐμοί τε οὖν, ἐπεί τε ἐπυθόμην, ὡς ὁρᾶν ἤδη σοι καταλέλειπται, ἡδομένῳ τέ μοι ὁ λόγος ἐγένετο, καὶ χάριν οἶδα τῷ θνητῶν τε καὶ ἀθανάτων δημιουργῷ τήνδε σοι τὴν χάριν καταθεμένῳ· ἥκεις ἐπὶ ἄνδρας σοι προσφιλεῖς, καὶ ἀμυνοῦντάς σοι, εἰς ὅσον ἂν ἐξῇ διαπράξασθαι, ἐφ' ὅ τί περ ἴεσθαι ἀγωνιζόμενος. τίσομαι δὲ βασιλέα τὸν σὸν πατέρα οὕτως, ὥστε μηδέποτε ἐσαῦθις βουλεύεσθαι περὶ ἐμὲ νεώτερα πράγματα. ἴθι δὲ τούτους λαβών, οὓς σὺ ἔφησθα, χώρει δὲ ἐπὶ τὴν πόλιν πράσσων, ὅπως ὡς βέλτιστα ἔσοιτό σοι καταγομένῳ ἐπὶ τὴν πατρίδα." Ὁ μὲν ταῦτα εἰπὼν ἑτοίμους παρείχετο τοὺς ἱππέας, Ἀνδρόνικος δὲ τούτους λαβὼν ἤλαυνεν ἐπὶ Βυζάντιον. Ἰωάννης δὲ καὶ Ἐμμανουῆλος ὁ παῖς αὐτοῦ, ὡς ἐπύθοντο τάχιστα Ἀνδρόνικον σὺν τῷ παιδὶ αὐτοῦ ἐλαύνοντα ἐπὶ σφᾶς, ἐσῆλθόν τε ἐς τὴν τῆς Χρυσέας οὕτω καλουμένην ἀκρόπολιν, καὶ παρεσκευάζοντο ὡς 1.57 πολιορκησόμενοι. Ἀνδρόνικος μὲν οὖν ἐλάσας ἐπολιόρκει, μετὰ δὲ ταῦτα ὁμολογίᾳ χρησάμενος εἷλε τὴν ἀκρόπολιν, εἴς τι κλωβίον ἐμβαλλομένω μετέωρον καὶ καθεῖρξεν ἄμφω ἐς πύργον τε, καὶ εἱρκτὴν βραχεῖαν συνελάσας ξυλίνην πεποιημένην ἐντὸς τοῦ πύργου, καὶ τήν τε βασιλείαν κατέσχε, τόν τε πατέρα καὶ ἀδελφὸν ἔχων ἐν φυλακῇ. βασιλεύσας δὲ ἀπέδειξε καὶ τὸν παῖδα αὐτοῦ Ἰωάννην βασιλέα τοῖς Ἕλλησι. κατεῖχε μὲν οὖν ἐπὶ ἔτη τρία ἐς τὴν εἱρκτὴν τήνδε, καὶ ἀνελεῖν οὐκ ἤθελε παραινοῦντος ἐς τοῦτο αὐτῷ συνεχῶς Παιαζήτεω. τῷ δὲ τετάρτῳ ἔτει ἀναπείσαντες ὑπηρέτην, ὃς αὐτοῖς τε προσῄει καὶ τὰ ἀμφὶ τὴν τροφὴν ἐκόμιζεν ἐς τὴν εἱρκτήν, ἐπιδοῦναι σφίσι σίδηρον· καὶ κατὰ βραχὺ καταλῦσαί τε αὐτοὺς λέγεται τὴν εἱρκτήν, καὶ ἀποδράντας ἀφικέσθαι παρὰ βασιλέα Παιαζήτην. ὑπισχνουμένους δὲ φόρον ἀπάγειν καὶ στρατιάν, ὅσην ἂν ἐπιτάττοι σφίσιν αὐτοῖς. ἐπιπέμψας ἄγγελον ἐς τὸ Βυζάντιον ἐπήρετο τοὺς Βυζαντίους καὶ τὴν γνώμην αὐτῶν, τίνα βούλοιντο σφίσι βασιλέα γενέσθαι, Ἐμμανουῆλον ἢ βασιλέα Παιαζήτην· διεπειρᾶτο γὰρ ταύτῃ καὶ περὶ ἑαυτοῦ τῆς γνώμης τῶν Βυζαντίων. οἱ δὲ Βυζάντιοι αἱροῦντο Ἐμμανουῆλον, ἅτε ἀχθόμενοι ἤδη τῇ Ἀνδρονίκου ἀρχῇ. ἐνταῦθα ἐρίζοντε ἄμφω τῶν