σύ, βασιλεῦ· ὅσῳ μᾶλλον ἐπιρρεῖς ἡμῖν τὰς εὐεργεσίας ἀφθόνως, τοσοῦτον αὐξάνεις πληρούμενος. ἐντεῦθεν δὲ οὐδεὶς ἀπολέλειπται τοῦ τοιούτου πλούτου τῆς ἀγαθότητος, ἀλλὰ καὶ ὁ τὸν λόγον λαμπρὸς καὶ ὁ τὴν τέχνην ἄσημος καὶ ὁ τὴν γλῶσσαν δεινὸς καὶ ὁ τοῖς λόγοις μὴ προσωμιληκώς, οἵ τε προσεχεῖς καὶ οἱ πόρρω ξύμπαντες ὁμοῦ ἀπὸ τῶν σῶν ναμάτων πεπώκασιν. ὃ οὐδεὶς ἂν εὕροις διερευνώμενος ἐπὶ τῶν πρώην καιρῶν γεγονός, ἀλλ' εἴ τινας τῶν πάλαι βασιλέων φύσις φιλότιμος πρὸς τὸ εὐεργετεῖν παρεσκεύασε, τοῖς ἐντὸς τοῦ βήματος τὴν τοιαύτην ἀρετὴν περιώρισεν. οἱ δ' ἐπὶ τῶν καθέκαστα πόλεων οὐδὲν ἧττον ἢ πρότερον πάντων ἐστέρηνται, ἀλλά σε καὶ ὁ ὑπερβόρειος ἔγνωκε μὴ ἰδὼν καὶ ὁ ἑῷος καὶ ὁ ἑσπέριος. καὶ πᾶσι μὲν ἐγχεῖς τὴν εὐεργεσίαν ἄφθονον, μάλιστα δὲ ὅσοι περὶ τοὺς λόγους διεσπουδάκασι καὶ τῇ φιλοσοφίᾳ συντόνως προσέβησαν· πάντα γὰρ ζηλῶν τὰ καλά, βασιλεῦ, ταύτην ὑπὲρ πάντα τετίμηκας, ὅτι καὶ πρώτη καὶ κρείττων τῶν ἄλλων. Καὶ τό γε θαυμασιώτερον, ὅτι στρατιώτης μέν σε ὡς στρατιώτην ἐγνώρισε, καὶ ὁ στρατηγὸς τοῦτο μόνον εἰδέναι ἐπίσταται, τὴν στρατηγικήν, καὶ ὁ δικαστὴς νομοθέτην καλεῖ, καὶ ∆ημοσθένην ὁ ῥήτωρ, καὶ Πλάτωνα ὁ φιλόσοφος· παρὰ γὰρ τοὺς καιροὺς μεταχειρίζῃ ὡς ἄριστα ἕκαστα, ὡς νῦν μὲν εὖ συντιθέναι τὸν λόγον καὶ δοκίμῳ χρῆσθαι καὶ διεγηγερμένῳ τῷ λόγῳ, νῦν δὲ ἐμβριθεῖ καὶ εἴσω συννεύοντι, καὶ νῦν μὲν τὸ ἐν λέξεσι κάλλος ἀγαπᾶν, νῦν δὲ τὸ ἐν νοήμασι σεμνὸν καὶ πεφροντισμένον. ὡς ἄρα σε ἐξ ἑκάστου τῶν ἀρίστων ὡς ἄγαλμα συνέπλασεν ὁ θεὸς καὶ ἐκ τῶν ἐναντίων συνήρμοσε, φρόνημα δοὺς ὑψηλὸν καὶ συντετριμμένην ψυχήν, ἀμετάθετον λογισμόν, νοῦν σταθηρότατον, καὶ τὸ ἐν καιροῖς μεταβάλλεσθαι καὶ γνώμην ἀλλοιουμένην τοῖς κρείττοσι, φύσιν βασίλειον καὶ μετριοφροσύνην ἄρρητον. σὺ καὶ τῇ λέξει κοσμεῖς τὰ νοήματα καὶ τὴν λέξιν σεμνύνεις τῷ νῷ, σὺ καὶ καλλιρρημοσύνην ἤσκησας, καὶ νοημάτων βάθος ἠγάπησας, καὶ τὰς τῶν μαθημάτων φύσεις ἐπόθησας, σὺ καὶ τὰ τῆς δικαιοσύνης ζυγὰ φυλάττεις ἀρρεπῆ καὶ τὰς τῆς φιλίας πηγὰς ταῖς ἁπάντων ψυχαῖς ἐπιρρεῖς, σὺ καὶ τὴν βασιλικὴν μεγαλοπρέπειαν συντηρεῖς ἀκαθαίρετον καὶ τὸ μέτριον τῆς ψυχῆς ἰδίωμα διαφυλάττεις ἀνόθευτον, σὺ καὶ μόνος, ἵνα τἆλλα ἐάσω, ἐλέους βάσις, εὐσπλαγχνίας κρουνός, φιλανθρωπίας πηγή, εὐεργεσιῶν ἄβυσσος, καλλονῆς ἄνθος, ἐπιεικείας εὐπρέπεια, ἀρετῆς εἰκών, γνώμης βαθείας παράδειγμα. Σοὶ μόνῳ οὐδεὶς ἂν συγκριθείη. εἴ γε κατὰ λόγον ἐθέλει τις βλέπειν τὰ πράγματα, εἰ δέ σε βούλοιτο ταῖς πρὸς ἕτερον ἐξαιτήσεσιν ἰδεῖν ὁπόσον τῶν ἄλλων ὑπερέχεις, τῷ θειοτάτῳ σε καὶ μόνῳ παραβαλεῖται, ᾧ τὴν τοῦ θειοτάτου κλῆσιν μετὰ τῶν ἀρετῶν καὶ αἱ κατὰ τῶν βαρβάρων τύχαι προσήρμοσαν. πλὴν ἀλλ' εἰ καὶ τὴν εὐσέβειαν ἴσοι, ἀλλ' ἐκεῖνος μὲν ὀψὲ μετέθετο πρὸς τὸ σέβας, σοὶ δ' ἐκ προγόνων ὥσπερ εὐσεβὴς κλῆρος κατενήνεκται. κἀκεῖνος μὲν ἐκ μέρους χρησάμενος τῇ πραότητι ἐπ' ἐνίους φονῶσαν ᾖρε τὴν δεξιάν, σὺ δὲ τὸν τῆς γνώμης κανόνα ἐπ' οὐδενὶ παραβέβηκας. κἀκεῖνος μὲν τὴν ὁμώνυμον πόλιν ᾠκοδομήσατο καὶ τείχεσι τοῖς φαινομένοις ἐπύργωσε, σὺ δὲ λαμπροτέραν ἀπέδειξας κρείττοσι μεγαλουργίαις καὶ οἰκοδομημάτων ὑπερβολῇ, ἐπαφεὶς αὐτῇ καὶ τὸν ἀπὸ τῆς Ἐδέμ ποταμόν, ἵνα μὴ τὸ τῆς πόλεως ἄνθος μαραίνοιτο. τοιοῦτος σύ, βασιλεῦ, παντοίαις κοσμούμενος ἀρεταῖς, παντοίοις κάλλεσι στεφανούμενος, πρὸ πάντων καὶ λόγοις ἐπαγαλλόμενος καὶ τῷ ἀκηράτῳ στέφει τῆς φιλοσοφίας καταστεφόμενος. 4 Ἕτερος λόγος πρὸς τὸν αὐτὸν βασιλέα Ὦ βασιλεῦ, προσθήκης ἄτερ καὶ συναφῆς καὶ μόνε τῶν ὄντων ἀπαράμιλλε καὶ ἀσύναπτε· οἱ γὰρ φωστῆρες χαιρέτωσαν· τερετίσματα γάρ εἰσι τῶν νοήσεων καὶ οἷον εἰκόνες παραδειγμάτων. οὔτε γὰρ ἥλιος σύ, ὁποῖος οὗτος ὁ αἰσθητὸς ἀτμοῖς βαλλόμενος καὶ νέφεσι καλυπτόμενος, οὔτε φῶς ἐκεῖθεν φερόμενον καὶ ἀέρι κιρνώμενον καὶ ἐμπῖπτον