τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν' ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· οὐ γὰρ δύνανται οἱ ἔτι ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. Ἀλλὰ καὶ ἐάν τις, δέον ἀκούειν τοῦ «δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου» καὶ τὰ λοιπά, τούτων μὲν μὴ κατακούῃ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἢ ἄρρωστος γίνεται ἢ καὶ ἐκ τοῦ, ἵν' οὕτως εἴπω, καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου δυνάμεως κοιμώμενος. 11.t ὨΡΙΓΕΝΟΥΣ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ἘΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ΙΑʹ 11.1 Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ-τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ' ὃν ἔστιν εὐκαίρως εἰπεῖν τὸ «ἐσχάτη ὥρα ἐστίν», ἐν τῇ Ἰωάννου ἐπιστολῇ κείμενον-, οἵτινες μηδέπω νοοῦντες ὃ ἔμελλε ποιεῖν ὁ λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὁρῶντες τὴν τοῦ θείου [καὶ] νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. Λέγουσι δ' αὐτῷ τὸ καὶ ἡ ὥρα <ἤδη> παρῆλθεν, οἱονεὶ παρελήλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. Τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ τὸν Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἳ ἦσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. Παρῆλθεν οὖν, φασίν, ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν' οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. Καὶ ἔτι φασὶν οἱ μαθηταί· Ἀπόλυσον οὖν αὐτούς, ἵν' ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν πόλεων, ἀλλ' ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, ὠνήσηται βρώματα. Ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπο γινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους καὶ καινὰς τροφάς. Ἀλλ' ὁ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων· ὑμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ' ἐμοῦ ὁ πολὺς ὄχλος χρῄζοντες τροφῶν, ταύτας εὑρήσουσιν ἐν κώμαις μᾶλλον ἢ παρ' ἐμοί, καὶ ἐν συστήμασιν ἀνθρώπων-οὐ πολιτῶν ἀλλὰ κωμητῶν-μᾶλλον ἢ ὅτε παραμενοῦσί μοι. Ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν-οὐ γὰρ χρείαν ἔχουσι τοῦ ἀπελθεῖν-· οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν-τουτέστιν ἐμοῦ, ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν-, τούτου παρὰ τὴν ὑμετέραν προσδοκίαν χρείαν ἔχουσιν. Ἐπεὶ οὖν παιδεύσας ὑμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσασί μοι ὄχλοις φαγεῖν· ἔχετε γὰρ δύναμιν ἀπ' ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς ὄχλοις φαγεῖν, ᾗτινι εἰ ἦτε ἐπιστάντες, κατενοήσατε ἄν, ὅτι πολλῷ πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν· Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 11.2 Ὁ μὲν οὖν Ἰησοῦς, δι' ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε· ∆ότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἱκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον <ἢ> λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκῆ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φασίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας, πέντε μὲν ἴσως αἰνισσόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν, δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὡσπερεὶ ὄψον τυγχάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ' αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. ∆ιὸ καὶ αὐτὸς «ἔφαγεν ἰχθύος ὀπτοῦ» ἀναστὰς «μέρος λαβὼν» ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολογίαν. Ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ· εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας παρ' ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ' ἂν ἀποδοῦναι περὶ τούτων νοῦν. Παρατηρητέον μέντοι ὅτι τοὺς