τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν. 4.2.8 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀληθείας ψυχάς, δεύτερος ἦν σκοπὸς διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων καὶ ἀνθρώπου κτίσεως καὶ τῶν ἐκ τῶν πρώτων κατὰ διαδοχὴν μέχρι πολλῶν γεγενημένων, καὶ ἄλλαις ἱστο ρίαις ἀπαγγελλούσαις δικαίων πράξεις καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων καὶ ἀνόμων καὶ ἀσεβῶν πονη ρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δέ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικημένων τινὰ τῶν ἀπορ ρήτων τοῖς ταῦτα βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυ μασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προ φητεύονται, μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς δυνάμενόν τε τοὺς πολλούς, ὡς χωροῦσι, βελτιοῦν. 4.2.9 Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρή σιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλα φυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ «σκάνδαλα» καὶ «προσκόμματα» καὶ «ἀδύνατα» διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τοῦ προηγου μένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγ γεῖλαι γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὗρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρή σατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν· ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἵπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον, πῇ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῇ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον, καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκλη πτέον, ἐν ᾗ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς καιροὺς τῆς νομοθεσίας ἁρμόζον· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται διὰ τοὺς ἐντρε χεστέρους καὶ ζητητικωτέρους, ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλὰ γὰρ ἅτε τὸ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων, οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικὸν ἐχόντων μὴ γεγενημένων, οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα. Τίς ὁ τῆς ἐν τῇ θείᾳ γραφῇ ἀσαφείας λόγος καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου 4.3.1 Τίς γοῦν νοῦν ἔχων οἰήσεται «πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε καὶ πρωΐαν» χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου