ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 44 Φησί που ὁ Παῦλος πρὸς τοὺς ἐν ἀρχῇ ὑπομείναντας παρακαλῶν αὐτοὺς ἀκολούθως τῇ προτέρᾳ ὑπομονῇ φέρειν κινδύνους δευτέρους τοὺς διὰ τὸν λόγον· «ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινω νοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγά λην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν.» «πολλὴν» τοιγαροῦν καὶ ἡμεῖς νῦν «ἄθλησιν» ὑπομείνωμεν «παθημάτων» «ὀνειδισμοῖς καὶ θλίψεσι» καὶ «θεατριζόμενοι» καὶ «μετὰ χαρᾶς» παραδεχόμενοι «τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων» ἡμῶν· πειθόμεθα γὰρ «κρείττονα» ἔχειν «ὕπαρξιν» οὐ γηΐνην ἀλλ' οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον. σκοποῦμεν γὰρ οὐ «τὰ βλεπόμενα», ὁρῶντες ταῦτα μὲν «πρόσκαιρα» ἐκεῖνα δὲ «αἰώνια». 45 Ἐπεὶ δέ τινες μὴ θεωροῦντες τὸν περὶ τῶν δαιμόνων 45 λόγον, καὶ ὡς ὑπὲρ τοῦ παραμένειν ἐν τῷ παχεῖ τούτῳ καὶ περιγείῳ ἀέρι δεόμενοι τροφῆς τῆς διὰ τῶν ἀναθυμιάσεων ἐπιτηροῦσιν ὅπῃ κνίσσα ἀεὶ καὶ αἵματα καὶ λιβανωτοὶ, ἐξευτελίζουσιν ὡς ἀδιάφορον τὸ θύειν, εἴποιμεν ἂν καὶ πρὸς ταῦτα ὅτι, εἴπερ οἱ τροφὰς λῃσταῖς καὶ φονεῦσι καὶ βαρβάροις ἐχθροῖς τοῦ μεγάλου βασιλέως παρέχοντες ὡς τὸ κοινὸν ἀδικήσαντες καὶ κολάζονται, πόσῳ πλέον οἱ τοῖς τῆς κακίας ὑπηρέταις διὰ τοῦ θύειν διδόντες τροφὰς παρακατεχούσας αὐτοὺς ἐν τῷ περιγείῳ τόπῳ δικαιότατα ἂν ἐγκαλοῖντο, καὶ μάλιστα εἰ μαθόντες τό· «ὁ θύων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, πλὴν κυρίῳ μόνῳ», θύοιεν τοῖς τῶν ἐπὶ γῆς κακῶν αἰτίοις. καὶ οἶμαί γε ἐπὶ τοῖς ἁμαρτανομένοις ὑπὸ τῶν δαιμόνων ἐνεργούντων κατὰ τῶν ἀνθρώ πων οὐκ ἔλαττον ἐγκληθήσεσθαι τῶν ἐνεργησάντων δαιμόνων τὰ χείρονα, διὰ τοῦ θύειν θρέψαντες αὐτούς· οἱονεὶ γὰρ κοινῇ τὰ κακὰ πεποιήκασι τοῖς ἀνθρώποις οἵ τε δαίμονες καὶ οἱ κατασχόντες αὐτοὺς ἐπὶ γῆς, μὴ ἂν δυνηθέντας διαρκέσαι χωρὶς τῶν ἀναθυμιά σεων καὶ τῶν νομιζομένων εἶναι καταλλήλων τροφῶν τοῖς σώμασιν αὐτῶν. 46 Πάλιν τε αὖ ὑπολαμβάνοντές τινες θέσει εἶναι τὰ ὀνό ματα καὶ οὐδεμίαν αὐτὰ ἔχειν φύσιν πρὸς τὰ ὑποκείμενα, ὧν ἐστιν ὀνόματα, νομίζουσι μηδὲν διαφέρειν, εἰ λέγοι τις· σέβω τὸν πρῶτον θεὸν ἢ τὸν ∆ία ἢ Ζῆνα, καὶ εἰ φάσκοι τις· τιμῶ καὶ ἀποδέχομαι τὸν ἥλιον ἢ τὸν Ἀπόλλωνα καὶ τὴν σελήνην ἢ τὴν Ἄρτεμιν καὶ τὸ ἐν τῇ γῇ πνεῦμα ἢ τὴν ∆ήμητραν καὶ ὅσα ἄλλα φασὶν οἱ Ἑλλήνων σοφοί. πρὸς οὓς λεκτέον ὅτι ἔστι τις καὶ περὶ ὀνομάτων πραγματεία βαθυτάτη καὶ ἀνακεχωρηκυῖα, ἥντινα ὁ συνιεὶς ὄψεται ὅτι, εἴπερ ἦν θέσει τὰ ὀνόματα, οὐχ ὑπήκουσαν ἂν οἱ καλούμενοι δαίμονες <ἢ> ἄλ λαι τινὲς ἡμῖν ἀόρατοι δυνάμεις τοῖς ἐκείνους μὲν νοοῦσιν ὀνομάζουσι δὲ ὡς τεθέντα τὰ ὀνόματα· νυνὶ δὲ φθόγγοι τινὲς καὶ συλλαβαὶ καὶ μετὰ προσπνεύσεως ἢ ψιλότητος ἢ ἐκτάσεως ἢ συστολῆς ὀνομασίαι ἀπαγγελλόμεναι ἄγουσι τάχα τινὶ φύσει ἀθεωρήτῳ ἡμῖν τοὺς καλου μένους. εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ μὴ ἔστι θέσει τὰ ὀνόματα, οὐδενὶ ὀνόματι κλητέον τὸν πρῶτον θεὸν ἢ οἷς ὁ θεράπων καὶ οἱ προφῆ ται καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὀνομάζουσιν αὐτὸν, οἷον Σαβαὼθ, Ἀδωναῒ, Σαδδαῒ, καὶ πάλιν θεὸς Ἀβραὰμ, θεὸς Ἰσαὰκ καιθεὸς Ἰακώβ· «τοῦτο» γάρ φησιν «ἐστὶν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν.» οὐ θαυμαστὸν δὲ, εἰ τὰ δαιμόνια τὰς ἰδίας ὀνομασίας ἀναφέρει ἐπὶ τὸν πρῶτον θεὸν, ἵν' ὡς ὁ πρῶτος προσκυνηθῇ θεός. ὅπερ τῷ καθ' ἡμᾶς θεράποντι καὶ τοῖς προφήταις καὶ τῷ πληρώματι νόμου Χριστῷ καὶ τοῖς ἀποστόλοις αὐτοῦ οὐκ ἔστι πάτριον. καὶ ταῦτα ἀναγκαίως, ἵνα μή τις ἡμᾶς κατασοφίσηται ἢ κἂν ἐπὶ ποσὸν μολύνῃ τὸν λογισμὸν ἡμῶν, παρεθέμεθα· οἷς ἐπιμελῶς προσεκτέον μηδένα τόπον διδοῦσι παρεγχειρήσεως