19
Πολλὰ μὲν οὖν ἔθνη, ἐν οἷς οἱ βιοῦντες ὀρθῶς· ἐκ δὲ τῶν ὑφ' ἕκαστον ἔθνος, ὀλίγοι. 1873 Καὶ Σοφονίας φησὶ, "Πάντες οἱ βασιλεῖς τῆς γῆς ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα." Ἀπολιπόντα τοίνυν τὰ ἔθνη τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ὄρη σωματικὰ σπεύδει νῦν ἐπὶ τὸν ὄντως Θεὸν ἀλλήλοις παρακελευόμενα· ∆εῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οὐκ εἴρηται δὲ νῦν οὐρανοῦ καὶ γῆς Κύριος καὶ Θεὸς, ἀλλ' Ἰακώβ· ἐπειδήπερ ὤφθη τῷ Ἰακὼβ ἐν ἀνθρωπίνῳ σχήματι, καὶ τὴν τοῦ πατριάρχου προσηγορίαν μετέβαλεν καλέσας αὐτὸν Ἰσραήλ. ∆ιὸ καὶ τὸν τόπον ἐκάλεσεν εἶδος Θεοῦ, εἰπών· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Νῦν οὖν φησιν αὐτὸν ἐκεῖνον τοῖς ἔθνεσι γνώριμον ἔσεσθαι, ὡς τῷ Ἰακὼβ τὴν τῶν ἐθνῶν ἐπηγγείλατο κλῆσιν· οἷς νῦν προφητεύει τὸ ὄρος καὶ τὸν οἶκον τοῦ Θεοῦ, τὰ ἐν οὐρανοῖς ἐμφανῆ γενέσθαι καὶ γνώριμα Παύλου λέγοντος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν." Καὶ, "Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Οἱ δὲ προκόπτοντες τῇ γνώσει, καὶ οἷον προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται πρὸς ὅμοιον ζῆλον τοὺς ἐμφιλοχωροῦντας τοῖς κάτω. Ὁ γὰρ συνεγερθεὶς τῷ Χριστῷ, καὶ τὰ ἄνω ζητῶν, χειραγωγεῖ τοὺς φρονοῦντας ἐπίγεια. Καὶ εὐκτέον ἀνιόντας μὴ κατελθεῖν. ∆ιττὴ γὰρ ἡ σχέσις. Νοοῖτο δ' ἂν ἐπὶ τῆς σαρκικῆς οἰκονομίας ὀρθῶς, Θεοῦ μὲν συγκαταβαίνοντος τῇ τῆς σαρκὸς κοινωνίᾳ, ταύτης δὲ συνυψουμένης ἑνώσει τῇ πρὸς αὐτόν. Προτρέπωμεν τοίνυν ἀλλήλους ἐπὶ τὸ ὕψος τῆς θεολογίας ἀναδραμεῖν, ἀπὸ τοῦ πάθους ἀρχόμενοι, καὶ πρῶτον εἰς τὸ ὄρος τοῦ Κυρίου, κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις· εἶτα προκοπτούσῃ τῇ γνώσει τὴν τοῦ Θεοῦ προσθήσομεν ἰδιότητα τοῦ Θεοῦ Ἰακώβ. "Ἐγὼ γὰρ, φησὶν, ὁ Θεὸς Ἀβραὰμ,καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Τοῦτό μού ἐστιν ὄνομα αἰώνιον." Συνῆψε γὰρ ἑαυτῷ τοὺς ἁγίους ἀειμνήστους εἶναι ποιῶν παρὰ τοῖς ἀεὶ μεμνημένοις Θεοῦ. Γνώσεται δὲ Θεὸν μὲν Ἰακὼβ, ὁ ἔτι παλαίων καὶ πτερνίζων τοὺς δαίμονας, τὰ ἑαυτῷ μανθάνων ἐφικτὰ καὶ ἁρμόδια· Θεὸν δὲ Ἰσραὴλ, ὁ τὴν τελείαν θεωρίαν δεξάμενος· ὁ δ' οὖν Θεὸς Ἰακὼβ οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος. Μὴ δεχόμενοι γὰρ τὸ Εὐαγγέλιον, πῶς κατ' αὐτὸ βιωσόμεθα; οἱ δὲ καλοῦντες ἀλλήλους, ἐὰν ὦσιν ἴσοι, πόθεν ἐπίστανται τὴν ὁδόν; Ἀλλὰ δηλονότι τὴν προθυμίαν ἐμφαίνουσιν, οὕτω δὲ τῶν ἀγαθῶν τὴν ἐπίτευξιν· ὡς εἰ νῦν τινες ἀλλήλοις λέγοιεν· ∆εῦτε τῶν γηΐνων ἀποστάντες φρονήσωμεν τὰ οὐράνια· εἰσέλθωμεν εἰς οἶκον Θεοῦ, καὶ τὴν ὁδὸν ἐκεῖθεν 1876 γνωσόμεθα τῆς πρὸς τὸ τέλειον ἀναβάσεως. Πόθεν δὲ ὁρμηθέντα τὰ ἔθνη, ἢ τίνος διδάξαντός φασι· ∆εῦτε ἀναβῶμεν, ἐπήνεγκε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καινὸς γὰρ οὗτος ὁ νόμος, καὶ ξενίζων λόγος παρὰ τὸν ἐν ὄρει Σινᾶ, λεγόμενος ἐκ Σιὼν ἐξελεύσεσθαι, καὶ διδάξειν τὰ ἔθνη. Ὁ γὰρ εὐαγγελικὸς τοῦ Χριστοῦ νόμος ἄνωθεν ὁρμηθεὶς, ἐκ τῆς ἐπ' οὐρανίου Σιὼν, μᾶλλον δὲ καὶ τῆς ἐπιγείου, ἐν ᾗ πέπονθεν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ, καὶ παθὼν ἀνέστη, καὶ τὰ τῆς Καινῆς ∆ιαθήκης μυστικὰ παραγγέλματα τὴν ἀρχὴν λαβόντα προῆλθεν εἰς πᾶσαν τὴν οἰκουμένην. Τοὺς γὰρ περὶ τοῦ Μωσέως νόμου λέγεσθαι ταῦτα νομίζοντας, καὶ πῶς ἐκ Σιὼν οὗτος ἐρωτητέον· πῶς δὲ μέλλουσαν αὐτοῦ προφητεύει τὴν ἔξοδον. Τίς δὲ καὶ ὁ λόγος; Εἰ γὰρ ὁ προφητικὸς, πῶς ἐξ Ἱερουσαλήμ; Πανταχοῦ γὰρ τῆς Ἰουδαίας γεγένηται. Μᾶλλον δὲ κἀν τῇ αἰχμαλωσίᾳ καὶ Νινευῇ. Οὐκοῦν δεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν ἀπὸ τοῦ σκοπευτηρίου γενομένην, ἀπὸ τῆς αὐτοῦ σαρκὸς, ἀφ' ἧς ἐπεσκόπει τὰ καθ' ἡμᾶς, οὐ καὶ ὁ λόγος ἀρξ... μὲν ὡς ἐξ Ἱερουσαλὴμ εἰς πάντα διεδόθη τὸν κόσμον. Φασὶ τοίνυν οἱ καλοῦντες ἀλλήλους, ἢ ὅτι ληψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τοῦτον ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ' αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ὁ θεῖος [Λόγος] ἀποπεφοίτηκε, παροινησάντων αὐτῶν εἰς αὐτόν. Ἀφ' οὗ