18. Ezekiel also speaks of him to the same effect, thus: “Thus saith the Lord God, Because thine heart is lifted up, and thou hast said, I am God, I sit in the seat of God, in the midst of the sea; yet art thou a man, and not God, (though) thou hast set thine heart as the heart of God. Art thou wiser than Daniel? Have the wise not instructed thee in their wisdom? With thy wisdom or with thine understanding hast thou gotten thee power, and gold and silver in thy treasures? By thy great wisdom and by thy traffic51 i.e., according to the reading, ἐμπορίᾳ. The text is ἐμπειρίᾳ = experience. hast thou increased thy power? Thy heart is lifted up in thy power. Therefore thus saith the Lord God: Because thou hast set thine heart as the heart of God: behold, therefore I will bring strangers52 There is another reading, λιμοὺς (= famines) τῶν ἐθνῶν. upon thee, plagues from the nations: and they shall draw their swords against thee, and against the beauty of thy wisdom; and they shall level thy beauty to destruction; and they shall bring thee down; and thou shalt die by the death of the wounded in the midst of the sea. Wilt thou yet say before them that slay thee, I am God? But thou art a man, and no God, in the hand of them that wound thee. Thou shalt die the deaths of the uncircumcised by the hand of strangers: for I have spoken it, saith the Lord.”53 Ezek. xxviii. 2–10.
[18] Ἐζεκιὴλ δὲ ὁμοίως λέγει περὶ αὐτοῦ οὕτως: ”τάδε λέγει κύριος ὁ θεός: ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας: θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ ἄνθρωπος καὶ οὐ θεός, ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, μὴ σοφώτερος εἶ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν: μὴ τῇ σοφίᾳ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; ἢ ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου; ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός: ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. μὴ λέγων ἐρεῖς: θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.”