Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

σαφέστερον δὲ τὰ τῆς θεότητος τεκμήρια τῆς ἀνοίας ἕνεκα . 133 Jο 18, 10-11 ∆οκεῖ καὶ συγχώρησις εἶναι τοῦ κυρίου πρὸς τὸ χρήσασθαι αὐτοὺς τότε μαχαίρᾳ· τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν ὡς δηλώσαντος μὲν τοῦ σωτῆρος τὸν ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι "πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορα σάτω μάχαιραν" , εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι "ἰδοὺ μάχαιραι ὧδε δύο" πρὸς τοῦτο ἀποκριναμένου, ὅτι "ἱκανόν ἐστιν" . ἦν δὲ τοῦτο οὐ μάτην δήπουθεν ὑπὸ τοῦ κυρίου συγχωρούμενον τοῦ κελεύσαντος μὴ ἀνθίστασθαι "τῷ πονηρῷ" , ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὴ τοῦ εἰρημένου, ἵν' ἔργῳ δείξῃ ὅπερ λόγῳ προεδίδαξε καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσῃ τε καὶ κωλύσῃ, ὥστε μηκέτι ταύτῃ προσχρήσασθαι ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα εἰρηκέναι τὸν κύριον· "ἐᾶτε ἕως τούτου" τοῦτο δὲ τὸ " ἕως" ὅρον ἔχει καὶ κώλυσιν τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας. καὶ προστέ θεικέ γε τῇ ἱστορίᾳ ὁ Λουκᾶς, ὅτι "καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν" , ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων μηδένα. οὐκ ἀπο γνωστέον δὲ

ἐπὶ τῶν τοιούτων καὶ μυστικὸν εἶναι. 134 col1 Jο 18, 10-11 Τὸ ἀποκόπτεσθαι δούλου ἀρχι ερέως ὠτάριον τὸ δεξιὸν σκέψαιτο ἄν τις ὡς τῆς ἐπιβληθείσης αὐτοῖς ἀνηκουστίας σημεῖον εἶναι καὶ τοῦ μὴ ἐξεῖναι αὐτοῖς ἀκούειν οὖς. "πώρωσις" γὰρ "τῷ Ἰσραὴλ γέγονε" "καὶ ἀκού οντες οὐκ ἀκούουσι" διὰ τὴν κατὰ τοῦ σωτῆρος ἀσέβειαν ἣ τῶν ἀρχιερέων μάλιστα γέγονεν. διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαιρέσεως. δεῖ δὲ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν τοῦ Λουκᾶ καὶ τῷ περὶ τῆς ἀποκαταστά σεως τοῦ ὠτίου φαίην ἂν δηλοῦσθαι τὴν εἰς ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφῃρημένης τοῦ Ἰσραήλ, ὅτε συνήσουσιν, ὃν ἠγνόησαν καὶ ἀκούσονται τυχόντες τοῦ κηρύσ σοντος Ἠλίου· ἀποκατασταθήσεται γὰρ καρδία πατέρων πρὸς υἱοὺς κατὰ τὸν Μαλαχιήλ. καὶ συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκεῖνοι πρότεροι κατὰ τὸν χρόνον ὄντες καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν. Σύμβολον δὲ ἄρα ἦν τὸ ἀποκόπ τεσθαι δούλου ἀρχιερέως ὠτάριον δεξιὸν τὸ τῆς ἐπιβληθείσης αὐτοῖς ἀνηκουστίας σκότος σημειοῦν· καὶ τῷ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου φαίην ἂν δηλοῦσθαι τὴν εἰς ὕστερον ἀποκατάστασιν τῆς νῦν ἀφῃ ρημένης συνέσεως τοῦ Ἰσραήλ, ὅτε συνήσουσιν, ὃν ἠγνόησαν καὶ ἀκού σονται τυχόντες τοῦ κηρύσσοντος Ἠλίου· ἀποκαταστήσεται γὰρ τότε πατέρων καρδία πρὸς υἱοὺς κατὰ τὸν Μιχαίαν. 135 Jο 18, 28 Σαφῶς παρὰ τοῖς ἄλλοις εὐαγγελισταῖς δεδηλωμένην τὴν τοῦ πάθους ἡμέραν ἔοικε σαφῶς ὁ Ἰωάννης ἀποδεῖξαι βούλεσθαι· πρὸ γὰρ "τῆς ἑορτῆς τοῦ πάσχα" τὸ δεῖπνον εἶναι τὸ πρὸ τῆς παραδόσεως ἱστόρηκεν, ἀφ' οὗ καὶ ἀναστὰς παρεδόθη, καὶ μήπω τὸ πάσχα βεβρῶσθαι, ἡνίκα αὐτὸς ἔπασχεν, ὥστε συνενεχθῆναι τὸν καιρὸν τῆς τοῦ προβάτου σφαγῆς καὶ τοῦ θανάτου Χριστοῦ. ἑσπερινὸς μὲν γὰρ ὁ καιρός, ἐν ᾧ "τὸ πνεῦμα παρέδωκεν" ὁ ἀληθινὸς ἀμνὸς ὥρᾳ τῆς ἡμέρας ἐνάτῃ, ἑσπερινὴ δὲ καὶ ἡ τοῦ προβάτου σφαγὴ κατὰ τὸν νόμον, ὥστε καθ' ἣν ἡμέραν τε καὶ ὥραν προετυποῦτο τὸ πρᾶγμα κατ' αὐτὴν ἐπι τελεῖσθαι. καὶ οὐκ ἐδυνήθησαν ἀποφυγεῖν οἱ Ἰουδαῖοι μὴ οὐχὶ κατὰ τὴν ἑορτὴν ἐπιτελέσαι τὸ πρᾶγμα, καίτοιγε φυλαττόμενοι καὶ λέγοντες· "μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται" ἐν τῷ λαῷ. ἔστιν οὖν ὑπολαβεῖν καὶ περὶ τῶν ἄλλων εὐαγγελιστῶν, ὅτι πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων καλοῦσιν, τοῦτ' ἔστιν τὴν τρισκαιδεκάτην καὶ ὅτι προητοιμάσθη μὲν κατ' αὐτοὺς ἐν ταύτῃ τὸ πάσχα ὑπὸ τῶν μαθητῶν, τὸ δὲ δεῖπνον οὐκ ἦν ἡ τοῦ πάσχα βρῶσις· οὕτω γὰρ εἰς ταὐτὰ συνδραμοῦνται τῷ Ἰωάννῃ, συνδραμεῖται δὲ μάλιστα καὶ ἡ τοῦ

20