De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῦ πραιποσίτου, καὶ ἐξέρχεται, κρατῶν ἐν μὲν τῇ δεξιᾷ, χειρὶ ἀνεξικακίαν, ἐν δὲ τῇ ἀριστερᾷ σκηπίωνα ἐπικείμενον τῷ ὤμῳ αὐτοῦ, καὶ διέρχεται μέσον διὰ τοῦ μεγάλου τρικλίνου καὶ τῶν δύο κιόνων, ἔνθα τὸ βῆλον κρέμαται. Ἐξερχομένου δὲ τοῦ βασιλέως ἀπὸ τοῦ βήλου, ἵστανται ἐξ ἀριστερᾶς ὁ δρουγγάριος τῆς βίγλας καὶ πρωτοσπαθάριοι, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ πόρτηκος τοῦ μεγάλου τρικλίνου, ἔνθα ἡ ἔκθεσις τῶν ιθʹ Ἀκκουβίτων τίθεται, καὶ ἀπελθὼν ἵσταται ἐν μέσῳ τῶν δύο κιόνων. Καὶ δέχονται αὐτὸν ἐκεῖσε εἰς τὸν Ὀνόποδα πατρίκιοί τε καὶ στρατηγοί, καὶ προσκυνήσαντες τὸν βασιλέα μὴ πεσόντες κάτω νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ τό· "Εἰς πολλοὺς χρόνους καὶ ἀγαθούς." Ἐν δὲ ταύτῃ τῇ δοχῇ ἵστανται σπαθαροκανδιδάτοι καὶ σπαθάριοι ἔνθεν κἀκεῖσε, καὶ οἱ μὲν σπαθαροκανδιδάτοι καὶ οἱ σπαθάριοι κατέρχονται τὰ γραδήλια τοῦ Κονσιστωρίου, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ εὐωνύμων τῶν πυλῶν. Οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ διέρχονται 1.58 τὴν μέσην πύλην καὶ εὐθέως οἱ μὲν ἀπὸ δεξιᾶς πατρίκιοι καὶ στρατηγοὶ κατέρχονται τὰ γραδήλια τῆς ἀριστερᾶς πύλης· ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου, κατέρχεται τὸ πούλπιτον, καὶ ἵσταται ὑπὸ τὸ καμελαύκιν ἐν τῷ πορφυρῷ λίθῳ, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου. Καὶ προσκυνησάντων τὸν βασιλέα μὴ πεσόντων κάτω, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· "Κελεύσατε." Καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπ' αὐτῶν πάντων, διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, καὶ ἐξέρχεται τὴν μεγάλην πύλην, καὶ διερχόμενος διὰ μέσου τοῦ Μιλίου καὶ τοῦ Αὐγουστέως, εἰσέρχεται ἐν τῇ πύλῃ τοῦ ὡρολογίου τῆς Μεγάλης Ἐκκλησίας. Ἰστέον δὲ ὅτι ἐν τῇ διόδῳ τοῦ βασιλέως τελοῦνται ἅπαντα τὰ αἴσια ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐν τῇ καθόλου προελεύσει τῆς Χριστοῦ γεννήσεως ἐξεθέμεθα. Καὶ εἰσελθόντος τοῦ βασιλέως ἐν τῇ προειρημένῃ πύλῃ τοῦ ὡρολογίου, δέχονται αὐτὸν οἱ τοῦ μέρους τῶν Βενέτων ἐκεῖσε, οὐκ ἐπιδίδωσι δὲ ἐκεῖσε ὁ δήμαρχος λιβελλάριον, εἰ μὴ μόνον ἀκτολογεῖ, μὴ πράττων ἕτερόν τι. Καὶ εἶθ' οὕτως εἰσέρχεται ὁ βασιλεὺς ἔνδον τοῦ βήλου τοῦ κρεμαμένου ὄπισθεν τῆς πύλης τοῦ νάρθηκος ἐν τῷ μητατωρίῳ, καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, εἰσέρχεται ἐν τῷ νάρθηκι καὶ ἀπαντᾷ αὐτὸν ὁ πατριάρχης, ὁ δὲ βασιλεὺς ἀσπάζεται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν. Καὶ εἶθ' οὕτως προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ ἀσπασάμενοι, ἀπέρχονται μέχρι τῶν βασιλικῶν πυλῶν. Καὶ ὁ μὲν πατριάρχης ἄρχεται τελεῖν τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, ὁ δὲ βασιλεὺς παρὰ 1.59 τοῦ πραιποσίτου λαβὼν κηρία, εὔχεται. Καὶ ἀποδόντων ἀμφοτέρων τὰς εὐχὰς αὐτῶν τῷ Κυρίῳ, ἐπιδίδωσιν ὁ βασιλεὺς τοὺς κηροὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως. Ὁ δὲ βασιλεὺς προσκυνεῖ τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον καὶ διέρχεται μετὰ τοῦ πατριάρχου μέσον τοῦ ναοῦ, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος εἰσέρχονται ἐν τῇ σωλέᾳ, καὶ πλησιάσαντες ταῖς ἁγίαις θύραις, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεὺς ἅψας κηροὺς καὶ εὐξάμενος ἐπιδίδωσι τοὺς κηροὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον· μέλλοντος δὲ εἰσιέναι, ἵστανται μητροπολῖται κατέχοντες τὰ ἅγια θύρια, καὶ ἐπινευσάντων αὐτὰ πρὸς τὸν βασιλέα μικρόν, φιλεῖ ὁ βασιλεὺς τοὺς ἐπ' αὐτοῖς πεπαρμένους σταυρούς, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ εὐξάμενος ἔμπροσθεν τῆς ἁγίας τραπέζης ἐφαπλοῖ ἐν αὐτῇ εἰλητὰ δύο, καὶ ἐπιτίθησι τὰ προσενεχθέντα· δίσκους δύο καὶ ποτήρια δύο, εἶτα ἀσπάζεται τὰ ἅγια σπάργανα, καὶ εἶθ' οὕτως λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησι καὶ αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ. Καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἀπέρχεται εἰς τὸ μητατώριον, καὶ ἅπτων ἐκεῖσε κηροὺς καὶ εὐξάμενος, ὑπαλλάσσει τὸ λῶρον, καὶ τῆς θείας λειτουργίας τελεσθείσης, ἡνίκα μέλλουσι διέρχεσθαι τὰ Ἅγια, περιβάλλεται ὁ βασιλεὺς χλανίδα, καὶ δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους ἀπέρχεται ἐν τῷ τόπῳ, ἐν ᾧ ἵσταται τὸ κηρίον, ἤγουν ἡ λαμπάς, ἥνπερ μέλλει βαστάσαι, καὶ στάντων πάντων τῶν πατρικίων ἔνθεν κἀκεῖσε, διέρχεται ὁ βασιλεὺς μέσον αὐτῶν. Ὁ δὲ πραιπόσιτος λαβὼν τὸ κηρίον, ἐπιδίδωσιν αὐτὸ τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς διέρχεται ὀψικεύων τὰ Ἅγια, καὶ εἰσελθὼν ἔνδον τῆς σωλέας 1.60 καὶ πλησίον τῶν ἁγίων θυρῶν γενόμενος,