θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ δια κρίνοντες, ἀλλ' ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάν τως ἕλκουσιν εἰς γῆν, οὕτω καὶ ἡ δύναμις τοῦ κηρύγματος καὶ ἡ θαυ μαστὴ καὶ πολύπλοκος τῶν ἱερῶν μαθημάτων διδασκαλία, ἣν οἱ καλοὶ ἁλιευταὶ ἀπόστολοι ἔπλεξαν, ἐκ παντὸς ἕλκει γένους καὶ συνάγει πρὸς θεόν. συνάγει δὲ μέχρι καιροῦ, ὃς πληρωθήσεται κατὰ τὸν καιρὸν τῆς συντελείας, καθ' ὃν τοὺς σαγηνευθέντας ἐκτὸς τοῦ βίου ἑλκύσαντες οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ τὴν πάντων διάκρισιν ποιήσονται ἀφορίζοντες τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων. 172 Mt 13, 52 Γραμματεύς ἐστιν ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν τῆς τε παλαιᾶς καὶ τῆς νέας θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. διὸ μακαρίζει τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικὴν παιδείαν καὶ εὐαγγελικήν, ὥστε ἐκβάλλειν ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά. τούτους καὶ γραμματεῖ ὁμοιοῖ καθὼς καὶ ἀλλαχοῦ φησιν· "ἀποστέλλω" ὑμῖν "σοφοὺς καὶ γραμματεῖς". εἶδες πῶς οὐκ ἐκβάλλει τὴν παλαιάν-δι' ὧν καλλωπίζεται ἡ ψυχή. 174 Mt 14, 13-21 Νῦν δὲ καὶ κοφίνους ἐγέμισεν καὶ ὅτι μᾶλλον ἑνὶ ἑκάστῳ τῶν μαθητῶν ἐδόθη εἰς μισθὸν τῆς διακονίας, δι' οὗ σημαίνεται, ὅτι οἱ διακονούμενοι πολὺν ἕξουσιν τὸν μισθόν. ἐπειδὴ καὶ ὁ ἄλλος εὐαγγε λιστὴς "κριθίνους" λέγει τοὺς ἄρτους, ὁ τῆς θεωρίας σκοπὸς εἰς τοῦτο ὁρᾷ· ἡ κριθὴ κτηνώδης ἐστὶ τροφή, ἥτις ἐστὶν ἡ διὰ Μωσέως θεωρία τοῖς ἀλογωτέροις προσενεχθεῖσα· διὰ τοῦτο δὲ καὶ πέντε τοὺς ἄρτους φαμὲν διὰ τὸ πενταμερὲς τοῦ Μωσέως συγγράμματος, δύο δὲ τοὺς ἰχθύας, δι' ὧν δηλοῦται ἡ διττὴ τῶν ἁλιέων συγγραφή, ἀποστολική τε καὶ εὐαγγελική. 175 Mt 14, 15 Τί τὸ ἀπόλυσόν ἐστιν, ἐξετάσωμεν ἀκριβῶς. οἱ μὲν τῶν ἀκολου θούντων τῷ Χριστῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττε σθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμ νουσι τὸ ποθούμενον, ἀπόλυσον αὐτούς φασιν, οὐκ αὐτοὶ μᾶλλον ἀκη διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμαντικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. 176 Mt 14, 19 Τὸ τῆς οἰκονομίας μυστήριον πληρῶν ὁ σωτὴρ εἰς τὸν οὐρανὸν ἀναβλέπει· καὶ γὰρ δούλου μορφὴν ἀνέλαβε θεὸς ὢν κατὰ φύσιν καὶ διὰ τῶν χειρῶν τῶν μαθητῶν δίδωσι τὰς τροφὰς τοῖς ὄχλοις τὴν τῶν ἁγίων αἰνιττόμενος πρὸς θεὸν ἐγγύτητα. διὸ οἱ μὴ τοιοῦτοι ἔξω ἑστήκασιν αὐτοῦ. 177 Mt 14, 19 Ἵνα διὰ τρόπου παντὸς θεὸς ὢν φύσει ἐπιγινώσκηται, πολυ πλασιάζει τὸ βραχύ, βλέπει τε εἰς οὐρανὸν οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἐποίει δὲ καὶ τοῦτο οἰκονομικῶς δι' ἡμᾶς. ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ πατρὸς εὐλογία. ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾶν θεῷ προσά γειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ' αὐτοὺς καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. 178 Mt 14, 20 Τὸ τῶν ἄρτων περισσεῦσαι τὰ κλάσματα πληθύος ἀνδρῶν οὐκ ὀλίγης κατακορεσθείσης πληροφορία σαφὴς ἂν γένοιτο, εἰ τῆς φιλο ξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ θεοῦ τὴν ἀντέκτισιν. ἔξεστι δὲ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ, ἀλλ' ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. 179 Mt 14, 21 Ἐκλεκτὸν ἀεὶ θεῷ τὸ ἄρρεν ὡς μαχιμώτατον καὶ εἰς ἥβην ἐλθεῖν ἤγουν εἰς εὐεξίαν