τοῖς ὄμμασιν, εἶτα δὴ χεόμενον καὶ λυόμενον, ἀλλὰ παντὸς τοῦ φαινομένου κρείττων καὶ ὑψηλότερος. ἀλλ', ὦ βασιλεῦ-παλιλλογῶ γάρ σοι τὴν κλῆσιν καὶ δὶς ἐπαναφωνῶ, ὅτι καὶ τοῦ διττοῦ ἐπάρχεις κύκλου τῶν ἀρετῶν, ὅσος τε ψυχικὸς καὶ ὅσος πέφυκε νοερός-ὁ μὲν ἀγὼν ὃν εἰσελήλυθα νῦν, ὡς ὁρᾷς, τῶν πώποτε γενομένων ὁ φρικωδέστατος καὶ θαυμασιώτατος· μόνος γὰρ τῶν ἁπάντων ἐπήγγειλα διαμιλλήσασθαί σου τῷ λόγῳ ταῖς ἀρεταῖς. καὶ νῦν ἐπὶ τηλικούτῳ θεάτρῳ τὴν τόλμαν ἐπιδειξόμενος ἕστηκα, ὅπλον μὲν οὐδὲν ἔχων πρόβλημα, φιλοσοφίᾳ δὲ πεπυκασμένος τὸν νοῦν καὶ τῇ ῥητορικῇ τὴν γλῶτταν ἐστομωμένος. Ἑστᾶσι δὲ ἑκατέρωθεν γένη σοφῶν, ἵνα τὴν μὲν ἐμὴν ἐπίδειξιν πάντοθεν κρίνωσί τε καὶ βασανίσωσι, τὸ δὲ σὸν ἐν τοῖς λογικοῖς ἀγῶσιν ἀήττητον ἀποδείξωσι. κἀγὼ μὲν ἐκ διαμέτρου ἀφεστηκὼς τῷ ἀνταγωνιστῇ σοι παραποδύομαι, ὠχριακὼς ἤδη καὶ συστελλόμενος καὶ ὥσπερ τινὰ Ἡρακλέα μακρόθεν ὑποστελλόμενος. σὺ δὲ οἷά τις ἑῷος ἀνατέλλων ἥλιος πυρσεύεις μὲν ἀκτῖσι τὸ θέατρον, ἐμὲ δὲ ἰλίγγου καὶ σκοτοδίνης πληροῖς, ἀπείρῳ φωτὶ τοῖς ὀφθαλμοῖς ἐμπεσών. καὶ πρὶν ἢ νικῆσαι νενίκησαί τε καὶ ἐστεφάνωσαι, τοιοῦτος μὲν ὁ ἀγών· ἐγὼ δὲ καὶ παρὰ μέρος τοῦτον τεθάρρηκα. καὶ τὴν αἰτίαν ἐρῶ. εἰ μὲν γὰρ μέχρι τινὸς ἀντιστήσομαί σοι πρὸς τὸ τῶν σῶν ἀρετῶν μέγεθος ἀντιπαλαμώμενος καὶ ἀντιτεχνώμενος, ὥσπερ ὁ Ἰσραὴλ ἐκεῖνος τῷ ὀφθέντι ἀγγέλῳ ἀντιβαίνων καὶ ἀντερειδόμενος, αὐτῷ δὴ τούτῳ νενίκηκα καὶ μετὰ τῶν ἡμιθέων τετάξομαι. εἰ δ' εὐθὺς προσβαλὼν τὸ σύμβολον τῆς ἡττωμένης γενέσεως δέξομαι, οὐ τῷ ἡττηθῆναι μᾶλλον ἀγέραστος ἔσομαι ἢ τῷ τοιούτῳ στεφανωθήσομαι. καὶ αὐτὸς δὲ ὁ ἀγωνοθετῶν ὕστερον σεμνυνεῖς με, καὶ τῶν στεφάνων ἔστιν οὕς μοι βραβεύσειας, ἵνα μὴ τὸ σὸν διαφθείρῃς ἐκνίκημα. Εἰ μὲν οὖν ἐξῆν μοι φιλοσοφεῖν τέλεον, τοὺς κάτω νόμους τῶν ἐγκωμίων παραιτησάμενος τοὺς θειοτέρους ἀντεισενήνεγκα καὶ ἔφησα ἂν ὅτι πατρὶς μέν σοι, ὦ βασιλεῦ, καὶ πόλις ὁ νοητὸς καὶ θεῖος διάκοσμος, γένος δὲ ἀνώτερον μὲν καὶ οὗ μηδ' ἂν ἐπέκεινά τις χωρήσειεν, <εἰ μὴ> ὁ θεός, προσεχὲς δὲ ἡ σύμπασα τῶν ἀρετῶν δύναμις, αὔξησις ἡ τοῦ νοεροῦ σπέρματος προκοπὴ καὶ τελείωσις, καὶ τέχνη μὲν ἡ ἀμετάπτωτος ἐπιστήμη, πρᾶξις ἡ σύντονος περὶ τὸ καλὸν κίνησις καὶ ἐνέργεια, ἡ δ' ἐξ ὑπερορίας ἀρχὴ ἡ ἀπὸ τοῦ σώματος τῆς ψυχῆς πρὸς τὸν θεὸν ἐπιστροφὴ καὶ ἐπάνοδος, εἰ μὲν οὖν, ὅπερ εἴρηκα, καθαρᾷ συνεχρώμην σοι τῇ φιλοσοφίᾳ καὶ ἀμιγεῖ, οὕτως ἂν τὸν λόγον σοι μέχρι παντὸς συνεπέρανα. ἐπεὶ δὲ τῇ τῶν πολλῶν ἀκοῇ τῆς ἑτέρας ἀσκήσεως μάλιστα δεῖ, πρὸς τὴν τοιαύτην ἰδέαν τῶν ἐγκωμίων μεταχωρῶ, μετά γε φιλοσοφίαν τῇ ῥητορικῇ χρώμενος. Ἀλλά μοι κλητέον ἐνταῦθα γενομένῳ τοῦ λόγου οὐκ Ἀπόλλωνα μουσηγέτην, οὐ τὸν ἐπὶ τοῖς λόγοις Ἑρμῆν, οὐ τὰς Μούσας ἐξ Ἑλικῶνος, ἵνα μοι συνεξεργάσωνται τὸ ἐγκώμιον, ἀλλὰ τὸν πρῶτον λόγον, μᾶλλον δὲ τὸν ὑπὲρ τοῦτον καὶ ἄσχετον, ἀφ' οὗ δὴ καὶ πρὸς ὃν αἱ τῆς φιλοσοφίας ἀρχαὶ καὶ τὰ πέρατα· ὃς δή σοι πόρρω καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν πρὸς τὴν βασίλειον ταύτην ἁρμόσας ἀρχὴν καὶ τὰ μὲν προπαρασκευασάμενος πατρίδα τῶν ὑφ' ἡλίῳ τὴν καλλίστην καὶ τἄλλο γένος τῶν ὑπὸ γένεσιν τὸ ἀκρότατον, τὰ δὲ κοσμήσας φύσει μεγαλογνώμονι ἤθει κεκραμένῳ ἁρμονιώτατα, διανοίᾳ σὺν ἐπιστήμῃ βαθείᾳ, τὰ δὲ καὶ ἐπάγων τύχης ὄγκον, δόξαν ἐπὶ πολιτικοῖς κατορθώμασιν, ἐπειδὴ παρὰ πάντας ἐν πᾶσιν ἐξέλαμψας ταῖς κατὰ μικρὸν προόδοις καὶ ἀναβάσεσι, τέλος ἐπὶ τὴν ἀκροτάτην τῆς ἐξουσίας περιωπὴν ὕψωσεν, ἵνα πόρρω τὴν ἐπιστήμην τοῦ ἄρχειν λαβὼν ὁμοῦ τε τὸ σκῆπτρον ἐν χεροῖν ἔχοις καὶ βραβεύοις εὐθὺς τοῖς πράγμασι τὸ εὐθύ. Ἀλλ' οἷον σὺ τὸ τῆς βασιλείας προοίμιον συνεκεφαλαίωσας ἐκ πρώτης ἀφετηρίας τὴν εὐδαιμονίαν ἡμῖν ὥσπερ δή τι συμπέρασμα τοῦτο συνεπαγαγὼν τῇ ἀρχῇ. οἷα γάρ τις ἐαρινὸς ἥλιος εὐθὺς ἀνατείλας τό τε ἑῷον καὶ