πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ' ὅτι πύρινοι οὔθ' ὅτι κρίθινοι ἦσαν ὑποσημειωσάμενοι· ὁ δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὁμολογοῦσιν <ἔχειν> αὐτοὺς παρ' ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ' αὐτῷ ὅτι «ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια». Καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτῖσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν' ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. Ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαῦτα ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. Περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαλμοῖς γέγραπται· «Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν», περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δώδεκα, οἶμαι, δώδεκα κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. Καί εἰσιν, οἶμαι, μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὓς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. Ἦσαν δὲ οἱ ἐσθίοντες ἀπὸ τῶν πέντε ἄρτων τῶν πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι· ἢ καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτούς, καὶ οὐ παῖδες οὐδὲ γυναῖκες, ἀλλ' ἄνδρες. Εἰσὶ γὰρ καὶ ἐν αἰσθηταῖς, οἶμαι, τροφαῖς διαφοραί, ὡς τινὰς μὲν αὐτῶν εἶναι <τῶν> καταργησάντων «τὰ τοῦ νηπίου», τινὰς δὲ τῶν νηπίων ἔτι καὶ σαρκίνων «ἐν Χριστῷ». 11.3 Καὶ ταῦτα δὲ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν· ὅπερ ἀμφίβολόν ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντα κισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. Τινὲς μὲν οὖν, ὡς φθάσαντες εἰρή καμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Εἴποι δ' ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ' ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι- ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις- ἄνδρες ἦσαν· οἱ δὲ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. Τροπολόγει δέ μοι καὶ τοὺς παῖδας κατὰ τὸ «οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ», καὶ τὰς γυναῖκας κατὰ τὸ «βούλομαι δὲ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ», τοὺς δὲ ἄνδρας κατὰ τὸ «ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου». Μὴ παρέλθωμεν <δὲ> ἀδιήγητον καὶ τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες. Τί γὰρ σημαίνει τὸ καὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; Νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν τῷ χόρτῳ διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον