τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡς ὁ ἐπικρατῶν ἀποδείκνυσι λόγος, ἀσώματα. τί δὲ καὶ ὁ κατασκευάζων ἡμᾶς ἐνεποίει πόθον τῆς πρὸς αὐτὸν εὐσεβείας καὶ κοινωνίας, ὅστις καὶ ἐν τοῖς ἐσφαλμένοις ἴχνη τινὰ σῴζει τοῦ θείου βουλήματος, εἴπερ μὴ ἦν δυνατὸν καὶ ἐφικτὸν τὸ φυσικῶς ποθούμενον τοῖς λογικοῖς καταλαβεῖν; καὶ σαφὲς ὅτι, ὥσπερ ἕκαστον μέλος ἡμῶν πρός τι πέφυκεν οἰκειότητα σῴζειν, οἱ ὀφθαλμοὶ πρὸς τὰ ὁρατὰ καὶ ὦτα πρὸς τὰ ἀκουστὰ, οὕτω νοῦς πρὸς τὰ νοητὰ καὶ τὸν ἐπέκεινα τῶν νοητῶν θεόν. τί τοίνυν ὀκνοῦμεν καὶ διστάζομεν ἀποθέμενοι τὸ ἐμποδίζον «φθαρτὸν σῶμα,» βαρῦνον ψυχὴν, βρῖθον «νοῦν πολυφρόντιδα» «γεῶδες σκῆνος», ἀπολυθῆναι τῶν δεσμῶν καὶ ἀναλῦσαι ἀπὸ τῶν μετὰ σαρκὸς καὶ αἵματος κυμάτων; ἵνα σὺν Χριστῷ Ἰησοῦ τὴν οἰκείαν τῇ μακαριότητι ἀνάπαυσιν ἀναπαυσώμεθα. τὸν αὐτὸν ὅλον δι' ὅλων ἔμψυχον λόγον θεωροῦντες καὶ ἀπ' αὐτοῦ τρε φόμενοι καὶ τὴν <ἐν> αὐτῷ ποικιλωτάτην σοφίαν καταλαμβάνοντες καὶ τυπούμενοι ὑπὸ τῆς αὐτοαληθείας καὶ ἐν φωτὶ τῷ ἀληθινῷ καὶ ἀλήκτῳ τῆς γνώσεως τὸν νοῦν καταλαμπόμενοι πρὸς τὴν θέαν τῶν δι' ἐκείνου τοῦ φωτὸς θεωρεῖσθαι πεφυκότων ὑπὸ ὀφθαλμῶν φωτιζο μένων ὑπὸ τῆς τοῦ κυρίου ἐντολῆς. 48 Πάλαι ἠκούσαμεν τῶν Ἰησοῦ λόγων καὶ ἤδη πολλῷ χρόνῳ τῷ εὐαγγελίῳ μεμαθητεύμεθα, καὶ πάντες ᾠκοδομήσαμεν ἑαυτοῖς οἰκίαν. ποῦ δὲ ᾠκοδομήσαμεν, πότερον «ἐπὶ τὴν πέτραν» σκάψαντες καὶ βαθύναντες ἢ «ἐπὶ τὴν ἄμμον» «χωρὶς θεμελίου,» ὁ παρὼν δείξει ἀγών. ἐνέστηκε γὰρ χειμὼν φέρων βροχὴν καὶ ποτα μοὺς καὶ ἀνέμους ἢ, ὡς ὁ Λουκᾶς ὀνομάζει, πλημμύραν, καὶ ταῦτα προσρήξαντα τῇ οἰκίᾳ ἤτοι οὐκ ἰσχύσει «σαλεῦσαι αὐτὴν,» καὶ διὰ τοῦτο οὐ πεσεῖται ἡ οἰκία, ἅτε «ἐπὶ τὴν πέτραν» τὸν Χριστὸν τεθε μελιωμένη, ἢ ἐλέγξει τὸ σαθρὸν τῆς οἰκοδομῆς διὰ τῆς ἐνεστηκυίας προφάσεως συμπεσουμένης. ὅπερ ἀπείη τῶν ἡμετέρων οἰκοδομημάτων· μεγάλη γὰρ σφόδρα ἡ ἐν ἀρνήσει πτῶσις ἢ, ὡς ὁ Λουκᾶς φησι, «μέγα τὸ ῥῆγμα» τῆς χωρὶς τοῦ θεμελίου οἰκοδομῆς. διόπερ ἡμεῖς εὐχώμεθα, ἵνα ὁμοιωθῶμεν «ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.» ἡκέτω γὰρ ἐπὶ τοιαύτῃ οἰκοδομῇ ἡ ἀπὸ τῶν «ἐν τοῖς ἐπουρανίοις» πνευματικῶν «τῆς πονηρίας» «βροχὴ» ἢ «ποταμοὶ» τῶν ἐχθρῶν ἡμῖν ἀρχῶν καὶ ἐξουσιῶν ἢ οἱ ἀπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου «ἄνεμοι» σκληροὶ ἢ πλημμύρα τῶν καταχθονίων πνευμάτων καὶ προσρηγνύτωσαν ἑαυτοὺς τῇ «ἐπὶ τὴν πέτραν» ἡμῶν οἰκοδομῇ· ἵνα μὴ <μόνον> πρὸς τὸ μὴ πεσεῖν ἀλλὰ μηδὲ σαλευθῆναι τὴν ἀρχὴν τὴν οἰκίαν πάθωσι μᾶλλον ὑφ' ἡμῶν τὰ ἐνεργοῦντα ἤπερ δράσωσι. καὶ λεγέτω γε ἑκάτερος ὑμῶν πλήσσων τὰ ἀντικείμενα· «οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.» 49 Ἀλλὰ καὶ ἐπεὶ «ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν,» δείξω μεν ὅτι ἡ ψυχὴ ἡμῶν ἔλαβε «τὸν σπόρον αὐτοῦ.» οὔθ' ὡς οἱ «παρὰ τὴν ὁδὸν» οὔθ' ὡς «τὰ πετρώδη» οὔθ' ὡς «αἱ ἄκανθαι» ἀλλ' ὡς ἡ ἀγαθὴ γῆ. ὅτι μὲν οὖν οὔτε «παρὰ τὴν ὁδὸν» οὔτε «ἐπὶ τὰς ἀκάν θας» ἦλθεν ὁ λόγος τοῦ Ἰησοῦ, τὸ ὅσον ἐφ' ἡμῖν ἐν κυρίῳ καυχησό μεθα. συνήκαμεν γὰρ τῶν λεγομένων· διόπερ «ὁ πονηρὸς» οὐχ ἥρπασε «τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ» ἡμῶν. ὅτι δὲ οὐδὲ «ἐπὶ τὰς ἀκάνθας» ἐσπάρη, πολλοὶ ἡμῖν μαρτυρήσουσι θεωροῦντες ὅτι οὔτε «ἡ τοῦ αἰῶνος τούτου μέριμνα» οὔτε «ἡ τοῦ πλούτου ἀπάτη» οὔτε αἱ τοῦ βίου ἡδοναὶ δεδύνηνται ἐμποδίσαι τῷ ἐν ταῖς ψυχαῖς ἡμῶν λόγῳ τοῦ θεοῦ. λοιπόν ἐστι τοὺς ἀνθρώπους ἀμφιβάλλειν, πότερον «ἐπὶ τὰ πετρώδη» ἢ «ἐπὶ τὴν καλὴν <γῆν>« ἦλθε τὸ ὅσον ἐφ' ἡμῖν ὁ τοῦ θεοῦ λόγος. γέγονε γὰρ θλῖψις καὶ διωγμὸς διὰ τὸν λόγον, καὶ ἐνέστη καιρὸς μεγάλου πειρασμοῦ, ὅτε ὁ μὲν «ἐπὶ τὰ πετρώδη σπαρεὶς» ἐλέγχεται καὶ οἱ μὴ ἐμβαθύναντες μηδὲ μέχρι τοῦ βάθους τῆς ψυχῆς παραδεξάμενοι τὸν Ἰησοῦν· ὁ δὲ «συνιεὶς τὸν λόγον» «καρπο φορεῖ» καὶ κατέχει τὸν λόγον μέχρι τέλους «ἐν ὑπομονῇ» ποιῶν «ἑκα τονταπλασίονα.» ἀκούομεν γὰρ, τίνα τρόπον ἡ γραφὴ παριστᾶσα τοὺς μὲν ἐν καιρῷ