ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» οὐ δύναται προφήτης τὸ «πάσῃ τῇ γῇ» λέγειν. Ἀλλὰ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν οἶδα φιλοῦν τας, καὶ οὐ μόνον φιλοῦντας ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι <οὐχὶ> ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ «οἴμοι ἐγώ, μῆτερ»; «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «ἡ ψυχή μου τετάρακται», καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δι καζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ», ἢ ὅταν ἀπόλωλεν ἐπι φυλλὶς τοῦ εὑρεῖν βότρυν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». τίς ἐκεῖ λέ γει τὸ «οἴμοι, ὅτι ἐγενήθην <ὡς> συνάγων καλάμην ἐν ἀμητῷ»; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ' οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς νομιζομένοις εἶναι ἀπὸ τῆς ἐκκλησίας, θρηνεῖ καὶ πενθεῖ ἡμῶν τὰ ἁμαρτήματα λέγων· «οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην». ἕκαστος ἡμῶν ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁμαρτίαι ἡμῶν πολλαί εἰσιν ἐφ' ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· «οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ». ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται ... καὶ ὡς ἄμπελος «ἐν τόπῳ πίονι», καὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν», «ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν». ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίς ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίς ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; «κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ». 15.4 Ταῦτα ὡς ἐν παρεκβάσει μοι <εἰρήσθω εἰς> τὸ «οἴμοι ἐγὼ μῆτερ». ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς τοῦ σωτῆρος ἡμῶν θειότητος, καθορῶν τος τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ «οἴμοι», τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ' ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ' ᾗ ψυχή, ἐκεῖνο παρεθέμην <τὸ> προφητικόν· «οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;» ἀλλὰ ἐφ' ἡμῖν μὴ λεγέτω τὸ «οἴμοι», ἐφ' ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν. τοῦ σωτῆρος ἡμῶν λέ γοντος τὸ «οἴμοι» καὶ αὐτοὶ ἐροῦσιν «οἴμοι»· οὐ γὰρ κρείττονές εἰσι τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ' οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ «οἴμοι», ἀλλὰ μα καρίζονται· «χαρὰ» γὰρ «ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας». ταῦτα ἐν παραμυθίᾳ. «Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;» τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ «ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ» καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. «οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζό μενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;» δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ