20
τις ἔφη προφήτης· "Καὶ εἶπα, οὐ μὴ ποιήσω ὑμᾶς. Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλειπὸν ἐκλειπέτω," καὶ τὰ κατάλοιπα. "Ἐσθιέτω ἄνθρωπος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ." Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. ∆ιὸ [καὶ μὴ] δεξαμένοις τὸν λόγον ὁ Παῦλός φησιν, "Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος." Αὐτὸς δὲ καὶ διέκρινεν ἀναμέσον τῶν ἐθνῶν, ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους, καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. Ἀλλ' ἐν μὲν συναγωγῇ Θεῶν στὰς Θεὸς διακρινεῖ· ἀναμέσον δὲ τῶν ἐθνῶν κρινεῖ. Τοῖς μὲν γὰρ ἁγίοις τὸ διακρίνεσθαι πρέπει, πρὸς τὴν τῆς ἀξίας αὐτοῦ γνῶσιν. Τοῖς δὲ μάτην βεβιωκόσιν τὸ κρίνεσθαι. Καὶ πάντες μὲν οὖν, φασί τινες, οἱ τῆς εὐσεβείας ἐκτὸς κατ' αὐτὸ τοῦτο κρίνονται· πρὸς δὲ τὸν διάφορον ἐκάστου βίον καὶ πολιτείαν καὶ ἡ κρίσις διάφορος. Οὕτως οὖν ὁ εὐαγγελικὸς λόγος, τῶν ἐθνῶν διακρίνας [τὸν] λαὸν πολὺν, ἤλεγξεν, ἤτοι τοὺς πιστεύσαντας εἰς αὐτὸν, τὴν προτέραν αὐτῶν πλάνην ἐλέγξας, ἢ τοὺς εἰς αὐτὸν μὴ πιστεύσαντας ἐλέγξας, παρὰ τὴν αὐτῶν αἰτίαν 1877 ἀπολλυμένους. ∆ιὰ δὲ τοῦ ἐλέγξει, τὸ δίκαιον τῆς κρίσεως δείκνυται. "Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου." Ἀλλ' ἐνταῦθα μὲν διὰ μαρτύρων ὁ ἔλεγχος· ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ, αὐτὰ ἡμῖν τὰ πράγματα παρίστανται, ἐν τῷ ἰδίῳ σχήματι ἑκάστης ἁμαρτίας παρισταμένης τῷ ἁμαρτήσαντι. Κἀκεῖ μὲν ὁ ἔλεγχος εἰς σύστασιν τοῦ δικαίου τῆς κρίσεως· ἐνταῦθα δὲ πρὸς διόρθωσιν. Βασανιζόμεθα γὰρ πικρῶς, τῶν ἡμαρτημένων λαβόντες συναίσθησιν, ἀναισθητοῦντες τὸ πρότερον. Οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν, πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ διάγουσιν, ἀπηλλαγμένοι τῶν πάλαι κρατούντων δαιμόνων, οἷς φησιν ὁ Σωτήρ· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Ὃ δὴ καὶ σημεῖον τῶν χρόνων ὁ λόγος ἐδίδου, φήσας τὰ πολεμικὰ πρὸς εἰρήνης ὄργανα μετατίθεσθαι, πάλιν πάντων ἐπ' ἀλλήλους μεμηνότων. Οὐκ ἂν γὰρ εὕροι τις τοιαύτην εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, κατὰ ἔθνη καὶ πόλεις τε καὶ ἀγρούς. ∆ιό φησι, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Τὸ δὲ τῶν ἐλέγχων εὔχρηστον τέλος, τὸ τοὺς ταραχώδεις εἰς εἰρήνην μεταβαλεῖν. Ὁ γὰρ Χριστοῦ νόμος καὶ λόγος εἰρήνην ἐκήρυξεν τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, Ἰουδαίοις καὶ ἔθνεσιν, ὡς τὴν φθείρουσαν μάχαιραν, ζωοποιῶν σπερμάτων τῶν ἐκ τῆς σοφίας ταῖς λογικαῖς ψυχαῖς ἐγγινομένων εἶναι παρασκευαστικὴν ἄροτρον γενομένην ἁπαλύνον τὰ πεπορωμένα, ἀκάνθας ἀνατρέπον· τὴν δὲ ζιβύνην, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθούμενον, εἰς τὸ συνάγον ἐγγὺς καὶ συνδετικόν. ∆ρεπάνη γὰρ τὰ διεσκορπισμένα συναγαγοῦσα πρὸς κοινωνίαν, συνδεῖσθαι παρασκευάζει τὰ δράγματα. Πρὸς δὲ τὸ λογικὸν αὐταὶ θέρος συμβάλλονται, περὶ οὗ φησιν· "Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε ὅτι αἱ χῶραι λευκαί εἰσιν." Πρὸς ὃν ἀποστέλλει τοὺς μαθητάς. Πολεμοποιὸς γὰρ οὐδεὶς πρὸς τοιοῦτο θέρος ἐστὶν ἐπιτήδειος. Ὡς οὖν ἐν τῇ καρδίᾳ πολέμου μὴ ἔχουσιν ὄργανον δέδωκεν ἐξουσίαν εἰρήνην ἐναφιέναι τοῖς οἴκοις εἰς οὓς ἀφίκονται· ὅπερ οὐκ ἦν ἕως ἐνείργει τὸ διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος. Ἠκουνημένη γὰρ μελέτῃ καὶ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις προσέφερον· ὡς δὲ κατηγγέλει, "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη," ἅπαν ὅσον ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησε, καὶ οὐκέτι τοῖς διδασκάλοις λογομαχίας τρίβουσιν λόγος. Ἐπὶ δὲ τὴν χάριν τοῦ σωτηρίου λουτροῦ φιλανθρώπως καὶ τοὺς Ἰουδαίους καλεῖ. εθʹ. 9Καὶ νῦν ὁ οἶκος Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακὼβ9, κ.τ.λ. 1880 Φιλοστόργως ἄγαν παρακαλεῖ τοὺς οἰκείους καταδέξασθαι τὴν πᾶσι τοῖς ἔθνεσι χυθεῖσαν εἰρήνην, καὶ τοῦ Εὐαγγελίου τὸ φῶς. Παρορμητικῶς δὲ ἄγαν ἑαυτὸν τῇ παραινέσει φέρων ὑπέβαλεν. Καλεῖ δὲ αὐτοὺς οὐκ Ἰακώβ (ἀνάξιοι γὰρ), ἀλλ' ὡς οἶκον τούτου διακενόν. Ὑπεραπολογούμενος δὲ τοῦ Θεοῦ, τοῦ ἀνεθῆναι τὸν λαὸν