καὶ εἰς τὸ παλάτιον ἔρχεσθαι. οἰκειωσάμενος δὲ καὶ τὸν πρωτοσπαθάριον Θεοφάνην τὸν Φαλγάνην καὶ ἄλλους τινὰς ἀποκτείνει τὸν Θεόκτιστον ἐν τῷ παλατίῳ, μετὰ καὶ τῆς τοῦ βασιλέως συνειδήσεως. τοῦτο μαθοῦσα Θεοδώρα ἠγανάκτησε κατὰ τοῦ βασιλέως καὶ τῶν ἄλλων οἳ τὸν φόνον κατειργάσαντο, καταβοωμένη αὐτῶν. ἀλλὰ καὶ φωνῇ βριαρᾷ καταπτοηθεῖσα θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἀπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν κρουόντων ἀποκαλῶν. τοῦ δὲ Μιχαὴλ παντὶ τρόπῳ μηχανωμένου 658 τὴν μητέρα ἐξιλεώσασθαι αὐτὴ ἀπαρηγόρητος ἔμεινεν· ὅθεν καὶ μεταβαλὼν ὁ βασιλεὺς ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις προσώποις αὐτὴν λυπεῖν κατηπείγετο ὅσοις πρὸ τούτου θεραπεύειν ἐσχηματίζετο. καὶ τὰς μὲν ἀδελφὰς αὐτοῦ Θέκλαν Ἀναστασίαν καὶ Ἄνναν εἰς τὰ Καριανοῦ μεθιστᾷ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἐν τῇ μονῇ τῶν Γαστρίων. εἶτα μετ' ὀλίγον καὶ πάσας ἑνώσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν. τότε δὴ καὶ ὑπὸ τῆς συγκλήτου πάσης ἀναγορεύεται καὶ αὐτοκρατορεῖ, καὶ τὸν Βάρδαν προβάλλεται μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. ἐφ' οἷς ἡ μήτηρ αὐτοῦ λυπουμένη ὡς διατασσομένη, ἀλλὰ μὴν καὶ διὰ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ἦν ἀναμέσον αὐτῶν ἄσπονδος. κατάγει τοίνυν καὶ αὐτὴν εἰς τὰ Γαστρία· ἥτις τῇ ἀθυμίᾳ καταβαπτισθεῖσα τὸν νοῦν, καὶ ὑπ' ἐκπλήξεως ἀφαιρεθεῖσα καὶ τὸ φρονεῖν, ἀναξίαν ἑαυτῇ συσκευάζει κατὰ Βάρδα βουλήν, ἑλομένη κοινωνὸν σὺν ἄλλοις πολλοῖς καὶ τὸν τοῦ βασιλέως πρωτοστράτορα, ὅπως ὑποστρέφοντος τοῦ Βάρδα ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμηδίου ἀναιρήσουσιν αὐτόν. τῆς δὲ μελέτης πρὸ τοῦ ἔργου φανερωθείσης, κατ' αὐτῶν ἐκείνων τῶν μελετησάντων τὸ κακὸν ἐξηνέχθη· φωραθέντες γὰρ καὶ κατασχεθέντες ἐν τῇ σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. καὶ προβάλλεται τὸν Βασίλειον ὁ Μιχαὴλ ἀντὶ τοῦ τελευτήσαντος πρωτοστράτορος, ὁμοίως καὶ Βάρδαν τὸν θεῖον αὐτοῦ κουροπαλάτην. 659 14. Τῷ βʹ τούτου ἔτει ἔπεσε κόνις ἐκ τοῦ οὐρανοῦ πλήρης αἱματώδης, καὶ λίθους εὕρισκον πολλοὶ ἐρυθροὺς ὡς αἷμα. ἐπιδοὺς ἑαυτὸν εἰς πᾶσαν κακίαν ὁ Μιχαήλ, τὰ ἐν τῷ παλατίῳ χρήματα κακῶς ἀναλίσκων, ὑπὲρ τῶν χιλίων ἐνενήκοντα κεντηναρίων ὄντα χρυσίου, ἄργυρος δὲ πλῆθος ἀναρίθμητος, ἅπερ ἡ μήτηρ αὐτοῦ ἐφυλάξατο. καὶ τοὺς τῶν ἡνιόχων παῖδας ἀπὸ τοῦ ἁγίου βαπτίσματος υἱοθετησάμενος ἑκάστῳ ἐδίδου νομίσματα ρʹ ἢ τὸ ἐλάχιστον νʹ. καί τινί ποτε πατρικίῳ (Ἱμέριος οὗτος ἐκαλεῖτο ὁ Χοῖρος, διὰ τὴν τοῦ προσώπου ἀγριότητα οὕτως κατονομαζόμενος) ἄλλως αἰσχρολογοῦντι κατὰ τὴν τράπεζαν καὶ ψόφον ἐκ τῆς βεβήλου αὐτοῦ γαστρὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ τῶν συνδειπνούντων ἀφιέντι, ὡς καὶ τὸ φατλίον τὸ τούτους φωταγωγοῦν ἐκ τοῦ τηλικούτου ψόφου ἀποσβέσαι τῷ παραδόξῳ θαύματι, χρυσίου νομίσματα δέδωκεν ρʹ. (15) οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατανάλισκεν. καὶ μήπω καιροῦ παρελθόντος ἑνός, ἐπεὶ τῆς στρατιωτικῆς ῥόγας παρῆν ὁ καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο λέοντας καὶ τοὺς δύο γρῦπας, ὁλοχρύσους ὄντας καὶ σφυρηλάτους, καὶ τὸ ὁλόχρυσον ὄργανον, ἀλλὰ καὶ ἕτερα ἔργα ὁλκὴν ἔχοντα τῶν ςʹ κεντηναρίων καὶ στολὰς ωξʹ ὁλοχρύσους καὶ χρυσοϋφάντους χωνεύσας ἐχάραξε, καὶ τὴν τῶν στρατιωτῶν ῥόγαν ἐποίησεν. ὅτε δὲ ὁ Βασίλειος ἦλθεν, οὐδὲν ἄλλο εὗρεν εἰ μὴ 660 κεντηνάρια ιγʹ καὶ μιλιαρίσια σακία θʹ· ἐφ' οἷς ἀπορῶν τὸ νῦν σενζάτον καλούμενον χαραχθῆναι ἐκέλευσε καὶ τοῦ δημοσίου ποιήσασθαι πρόνοιαν. 16. Ἵνα δὲ μικρόν τι λέξας βεβαιώσω τὰ διηγούμενα καὶ σαφεστέρα γένηται ἡ τοῦ ἀνδρός, εἴ γε δὴ καὶ ἄνδρα αὐτὸν καλεῖν δεῖ, ἀναγωγία καὶ ἄνοια, ἐφ' ἅρματος ἱσταμένου καὶ τῆς βαλβῖδος μέλλοντος ἐκπηδῆσαι, ἐπαγγελίας φθασάσης ὅτι δεινῶς ὁ Ἄμερ καταληΐζεται τὸ Θρᾳκήσιον καὶ τὸ Ὀψίκιον ὑπεισελθὼν τοῖς Μαλαγίνοις πλησιάζει καὶ προσδοκῶνται ὡς οὐδέπω δεινά, καὶ ἐπὶ