Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· "οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι' ὡς κατὰ ταύτην τὴν ἡμέραν καὶ τοῦ πάσχα τυθησομένου καὶ αὐτοῦ σταυρωθησομένου. 136 Jο 18, 37 Ἀλήθειαν λέγει τὸ ἑαυτὸν ἀποδεῖξαι τοῖς ἀνθρώποις καὶ διὰ τῆς αὐτοῦ γνώσεως τὴν σωτηρίαν αὐτοῖς χαρίσασθαι, ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵστανται.

138 Jο 19,11 Τὴν ἁμαρτίαν μείζονα τοῦ παραδόντος διὰ τοῦτο εἶναί φησιν, ὅτι

κατὰ τὸν προφήτην "οὓς σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν" καὶ ὡς ἀλλαχοῦ περὶ τοῦ προδότου προείρηται "ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄν θρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι" · τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ· ᾧ γὰρ συμπάσχειν ἐχρῆν, τούτῳ προστιθεὶς ἀλγη δόνας ἀνθίσταται τῷ θεῷ. 139 Jο 19, 16 Οἱ μὲν ἄγουσιν ὡς νενικηκότες, ὁ δὲ κύριος ἀγόμενος νικᾷ φέρων ἐπὶ τοῦ ὤμου τὴν ἀρχὴν ἢ παιδείαν ἢ ὡς ἂν ἑρμηνεύοιτο ἡ τοῦ Ἠσαΐου προφητεία λέγοντος "οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ" . παιδείαν μὲν, ὅτι τὴν ὑπὲρ ἡμῶν ἐβάστασε παιδείαν κατὰ τό· "παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν", ἀρχὴν δέ, ὅτι βασιλεύει τῶν ὑπὸ θάνατον αἰχμαλώτων καὶ ὑφ' ἁμαρτίαν τὴν διὰ ξύλου τὸν ἐπὶ ξύλου θάνατον ἀντ' αὐτῶν ὑφιστάμενος. 140 Jο 19, 16 Ταύτην τὴν συγχώρησιν λέγει μὲν ἄνωθεν δόξαν· λέγει δὲ ὡς ἄνθρωπος, καθ' ὃ γὰρ λόγος τοῦ θεοῦ καὶ θεὸς ἦν ὁ διδοὺς καὶ συγχωρῶν. 142 Jο 19, 23 Πολλοὶ οἱ τοῖς στρατιώταις ἔτι καὶ νῦν τὰ ἴσα τολμῶντες, οἱ τὴν Χριστοῦ διασπαράττοντες ἐκκλησίαν καὶ κέρδος ἴδιον ἕκαστος, ὅπερ ἂν λάβοι, ποιούμενος. τοῦτο δὲ ἦν τῶν δυσσεβῶν ἔργον αἱρέσεων. ὁ δὲ ἀντίχριστος πᾶσαν αὐτὴν ὥσπερ τὸν χιτῶνα βουλήσεται παρασπάσασθαι· ὅτι γὰρ λαὸς ἀπεικάζεται περι βλήματι θεοῦ, δῆλον πεποίηκεν ἐν οἷς πρὸς Ἰερεμίαν εἶπεν, "ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα εἰς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα τὸν οἶκον Ἰσραὴλ καὶ πάντα οἶκον Ἰούδα" · ἀλλὰ γὰρ τὸ ἀληθὲς περίζωμα Χριστοῦ μένει καὶ οὔτε σπαράσσεται οὔτε ἀπαλλοτριοῦται. 143 Jο 19, 30 Ὁ πᾶσαν ἀνεξικακίαν ὑπὲρ ἡμῶν πληρωθῆναι καταδεξάμενος καὶ πιὼν ὄξος λέγει τετέλεσται, ὅπερ ἦν ἐπιδεικνύντος τὴν πρόθεσιν τῆς ἐπιδημίας καὶ τὸν σκοπὸν ἁπάντων τῶν ἐν αὐτῇ πεπραγμένων· τελειώσεως γὰρ ἕνεκα ταῦτα πάντα, οὐ μόνον τῆς τῶν προφητικῶν λόγων φημὶ τελειώσεως, ἀλλὰ καὶ πάσης μὲν τῆς ἐν ἀνθρώποις ἀρετῆς προειργασμένης ἀτελοῦς μενούσης ἄνευ Χριστοῦ, πάσης δὲ τῆς ὑπὸ θεοῦ περὶ ἀνθρώπους γενομένης προνοίας ἐν τῇ παρὰ Χριστοῦ σωτηρίᾳ τὸ τέλεον ἀπολαβούσης. 145 Jο 19, 30 Ὡς δὲ ἐξέπνευσεν, "ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ" . 146 Jο 19, 33-34 Ἐπεὶ οὐκ ἐχρῆν ἁρμονίαν ὀστέων διαιρεθῆναι, οὐ γίνεται τοῦτο. πλευρὰν δὲ ἔδει τρωθῆναι καὶ τοῦτο συγχωρεῖται ποιῆσαι τοῖς στρατιώταις· πλευρὰν γὰρ ἀντὶ ἑτέρας πλευρᾶς ὁ κύριος παρέσχετο. πλευρὰ δὲ ἡ γυνὴ καὶ τὸ ἐξ ἐκείνης κακὸν τῷ κυρίῳ πάθει λύεται· προῆλθε γὰρ ἀπὸ μὲν ἐκείνης τῆς πλευ ρᾶς ὀλέθριος τῷ ἀνθρώπῳ συμβουλή. ἀπὸ δὲ τῆς ἁγίας πλευρᾶς ὕδωρ προχεῖ ται καὶ αἷμα, δι' οὗ καθαίρεται κόσμος ὡς τὰς ἁμαρτίας ἀπολουόμενος συνελ θόντων εἰς αὐτὸν τῶν κατὰ νόμον διῃρημένων· ἦσαν μὲν γὰρ αἵματος ῥαντισμοὶ πρὸς κάθαρσιν καὶ δι' ὕδατος βαπτίσματα πρὸς ἁγνισμόν. ἐπειδὴ πάντα ἦν εἰς Χριστὸν προμελετώμενα τὰ κατ' αὐτόν, ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμά τε ἱερὸν καὶ ὕδωρ ἅγιον καὶ νεκρὸν ἤδη ὑπάρχον κατὰ τὸν ἀνθρώπινον τρόπον· μεγάλην γὰρ ἔχει ζωῆς ἐν ἑαυτῷ δύναμιν. 147 Jο 19, 36 Οὐ συντρίβεται τὰ ὀστέα τοῦ προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθῆκον τῆς δυνάμεως τοῦ σώματος τὸ πάθος· σώματος γὰρ δύναμις τὰ ὀστέα ἡμῶν παρὰ τὸν ᾅδην ὑπ' ἀνθρώπων ἐλέγετο. τὸ δὲ οὐ κατὰ τὰ

21