De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἐπιδίδωσι τὸ κηρίον τῷ πραιποσίτῳ, κἀκεῖνος ἐπιτίθησιν αὐτὸ ἐπάνω τῆς σωλέας πλησίον τῶν ἁγίων θυρῶν, ἐν τῷ δεξιῷ μέρει, ὁ δὲ βασιλεὺς ἵσταται πλησίον τοῦ αὐτοῦ κηρίου, ἕως ἂν διέλθωσι τὰ Ἅγια. Καὶ ἡνίκα διέλθωσι τὰ Ἅγια, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν κατὰ συνήθειαν διὰ τῶν ἔξω τοῦ θυσιαστηρίου ἐν τῷ μητατωρίῳ. Καὶ τοῦ καιροῦ τῆς θείας ἀγάπης ἐγγίσαντος, δηλοῖ ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἐξέρχεται, καὶ δηριγευόμενος ὑπὸ τῶν προειρημένων τουτέστι τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, μετὰ καὶ τῆς συγκλήτου ἀπέρχεται, καὶ ἵσταται ἐν τῷ δεξιῷ μέρει τοῦ θυσιαστηρίου ἐπακουμβίζων τῷ καγκέλλῳ ἐν τῷ ἀντιμισίῳ τῆς πλαγίας, καὶ ἐκεῖσε δίδωσιν ὁ βασιλεὺς ἀγάπην τῷ τε πατριάρχῃ, μητροπολίταις τε καὶ ἐπισκόποις, ἄρχουσί τε τῆς ἐκκλησίας, καὶ πᾶσι τοῖς ἐξ ἔθους, καὶ εἶθ' οὕτως προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, κατέρχεται ὁ βασιλεὺς καὶ ἵσταται, ἔνθα εἴθισται αὐτὸν διδόναι τὴν ἀγάπην καθ' ἑκάστην προέλευσιν. Καὶ εἰσέρχονται ἐν ἑνὶ βήλῳ μάγιστροί τε καὶ πατρίκιοι καὶ στρατηγοί, μετὰ καὶ δομεστίκων, καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες δήμαρχοί τε καὶ ὁ τῆς καταστάσεως· ἅπαντες δὲ οἱ προειρημένοι εἰσερχόμενοι πρὸς τὸ ἀσπάσασθαι τὸν βασιλέα προσκυνοῦσι, μὴ πίπτοντες διὰ τὴν Ἀνάστασιν, ἀλλ' ἀπερχόμενος ἕκαστος κατὰ τάξιν, δίδωσι τὴν ἀγάπην τῷ βασιλεῖ. Καὶ εἶθ' οὕτως ἅπαντες ἵστανται ἐν ταῖς τάξεσιν αὐτῶν, καὶ προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῷ μητατωρίῳ. Καὶ τῆς θείας κοινωνίας ἐγγιζούσης, εἰσέρχεται ὁ τῆς καταστάσεως καὶ δηλοῖ τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἐξέρχεται καὶ δηριγευόμενος ὑπὸ τῶν προειρη 1.61 μένων πάντων, ἀπέρχεται καὶ ἵσταται ἔμπροσθεν τοῦ θυσιαστηρίου ἐν τῷ βασιλικῷ ἀντιμισίῳ, καὶ εὐξάμενος ἐκεῖσε ἀνέρχεται, καὶ κοινωνεῖ ἐκ τῶν τοῦ πατριάρχου χειρῶν ὃν τρόπον ἐν τῇ προλαβούσῃ ἑορτῇ τῆς Χριστοῦ Γεννήσεως εἴρηται, καὶ μετὰ τὸ κοινωνῆσαι τὸν βασιλέα προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῷ μητατωρίῳ, καὶ ἐξελθὼν ἐν τῷ τρικλίνῳ, κραματίζει μετὰ φίλων, ὧν ἂν κελεύει. Χρὴ δὲ εἰδέναι ὅτι ἡνίκα ἄρξηται ἡ θεία λειτουργία, εὐθέως ἀνέρχονται οἱ τοῦ κουβουκλείου ἐν τοῖς κατηχουμενίοις, καὶ ἐξέρχεται ἡ αὐγοῦστα ἐκ τοῦ μητατωρίου, τοῦ ὄντος ἐν τοῖς κατηχουμενίοις, καὶ καθέζεται ἐπὶ σελλίου καὶ ἵστανται οἱ τοῦ κουβουκλείου ἅπαντες ἔνθεν κἀκεῖσε, οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τῆς αὐγούστης, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τῆς αὐγούστης, ἐξέρχεται μετὰ δύο ὀστιαρίων βασταζόντων βεργία, καὶ εἰσάγει βῆλον αʹ· πατρικίας ζωστάς, βῆλον βʹ· μαγιστρίσας, βῆλον γʹ· πατρικίας καὶ ἀνθυπάτους, βῆλον δʹ· πατρικίας καὶ στρατηγίσας, βῆλον εʹ· ἐπαρχίσας καὶ κυαιστωρίσας, βῆλον ϛʹ· ἐπαρχίσας θεματικὰς ἀνθυπατίσας, τὴν δρουγγαρίαν τῆς βίγλης, πρωτοσπαθαρίας, σπαθαροκανδιδατίσας, τουρμαρχίσας τοποτηρητίσας, σπαθαρίας ὑπατίσας, καὶ στρατωρίσας, βῆλον ζʹ· κομητίσας τῶν σχολῶν, κανδιδατίσας, σκριβωνίσας, δομεστίκας τῶν ταγμάτων, βεστητωρίσας, σιλεντιαρίσας, κομητίσας τοῦ Ἀριθμοῦ, κομητίσας τῶν Ἱκανάτων. Καὶ μετὰ τὸ δοῦναι πάσαις τὴν ἀγάπην τὴν αὐγοῦσταν, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος λέγει· "Κελεύσατε". Αὐταὶ δὲ τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους", καὶ ἐξέρχονται. Ἀναστᾶσα δὲ ἡ αὐγοῦστα, εἰσέρχεται ἐν τῷ μητατωρίῳ μετὰ τῶν οἰκειακῶν αὐτῆς κουβικουλαρίων, οἱ 1.62 δὲ λοιποὶ τοῦ κουβουκλείου κατέρχονται εἰς τὸν βασιλέα. Καὶ ἀναστὰς ὁ βασιλεὺς ἀπὸ τοῦ κράματος, περιβάλλεται τὸν λῶρον διὰ τῶν βεστητόρων, καὶ κελεύσας τῷ πραιποσίτῳ, προσκαλεῖται τὸν πατριάρχην, καὶ τοῦ πατριάρχου ἐλθόντος, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ διέρχονται διὰ τοῦ τρικλίνου, ἐν ᾧ ἐκραμάτισε, καὶ μελλόντων ἐξέρχεσθαι ἐν τῷ Ἁγίῳ Φρέατι, ἵσταται ὁ βασιλεὺς ἐν τῇ πύλῃ μετὰ τοῦ πατριάρχου, ὁ δὲ πραιπόσιτος καὶ ὁ ἄργυρος ἵστανται ἔξω τῆς αὐτῆς θύρας, καὶ δὴ διὰ χειρὸς τοῦ ἀργύρου λαμβάνει ὁ πραιπόσιτος τὰ χρυσᾶ βαλαντίδια, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς δίδωσι τοῖς μέλλουσι ταῦτα λαμβάνειν, κράζοντος δηλονότι τοῦ ἀργύρου· "Τῷ ὁ δεῖνα δεσπόται ἀγαθοί." Εἰσὶν δὲ οἱ λαμβάνοντες ταύτην τὴν εὐεργεσίαν ὅ τε ἀρχιδιάκονος καὶ οἱ ὀστιάριοι καὶ