ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδῶν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ' ἐκείνου ἔσεσθαι τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧν πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολωλότων, ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχήν, ζητοῖεν δὲ κατ' ἰσονομίαν πολιτεύεσθαι. ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ' ὧν ἔτυχε προφάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέστησεν, ἔπειτα πολὺ πλείους προσήγετο, τοὺς μὲν αὐτεπαγγέλτους κατ' ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμπραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. ἦσαν δέ τινες οἱ κατ' οὐδέτερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀνδρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δημοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί τε ἄν, εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ' ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ' ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ καί τι δέοι παθεῖν, οὐκ ὀκνοῦντες. πολλὰ δ' ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔκλεια τῶν προγόνων τοὺς ἀπὸ Ῥωμύλου βασιλέας τῆς Ῥώμης καταλελυκότων καὶ δημοκρατίαν πρῶτον καταστησαμένων. οἵ τε φίλοι πρότερον ὄντες τῷ Καίσαρι οὐκέθ' ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ' ἐκείνου δὲ σωθέντας. οὐ μὴν οὐδὲ αὐτοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρχεν, ἀλλ' ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην ἐνεποίει, ἀλλ' ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμενοι παρωξύνοντο. πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τῷ δι' ἐκείνου σεσῶσθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ' ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν ταῦθ' ἃ κατὰ πολλὴν εὐμάρειαν ἂν κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. καὶ μὲν δὴ κἀκείνων τὰ ἤθη αὐτῷ διάφορα ἤδη ἦν, τῶν τε συστρα 40 τευομένων πάλαι ἐν ἰδιωτῶν μοίρᾳ τῶν τε ἡγεμόνων καὶ οὐ τιμῆς μεταποιουμένων· τὸ μὲν ὅτι συγκατελέλεκτο εἰς τὸ ἀρχαῖον στρατιωτικὸν τὸ πολέμῳ ἁλόν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. ἤχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ' αὐτῶν αἰχμαλώτοις γενομένοις, ἔστι δ' ὑφ' ὧν καὶ παρωθούμενοι τιμῆς· πολλοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ' αὐτοῦ διαφερόντως ἀνιαρὸν ἦν κατά τε χρημάτων δόσεις καὶ ἀρχῶν συντάξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. αὐτός τε ἐκεῖνος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι τοῖς μὲν πολλοῖς ἐθαυμάζετο, τοῖς δὲ μεγάλοις καὶ δυναστείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. παντοδαπὰ οὖν συνέστη φῦλα ἐπ' αὐτὸν ἀνδρῶν μεγάλων, μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκάστων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων καὶ ἀπὸ τῶν οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις· ἕκαστός τε ἕκαστον συνιστάμενοι παρώξυνον, καὶ τὸ εἰς ἀλλήλους βέβαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν ἐγκλημάτων παρείχοντο. διὸ καί, τοσούτων γενομένων τῶν συστάντων, οὐδεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. φασὶ δέ τινες ὀλίγον πρὸ τοῦ θανάτου γραμματίδιον αὐτῷ ὑπό του δεδόσθαι μηνῦον τὴν ἐπιβουλήν· ὃ μετὰ χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀποθανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις. Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ ἄλλαις ἐπ' ἄλλαις τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων δὲ μετὰ ἐνέδρας δεχομένων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ καὶ ὑποψία ἐγγένοιτο ἐπαχθής, ὁ δὲ ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμαζόντων αὐτὸν μᾶλλόν περ ἢ ἐπιβουλευόντων. μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει