πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς δι δάσκειν δυνάμενον καὶ ἀναμετρεῖν "εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ" ἰσχῦον. 180 Mt 14, 23 Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. καὶ μετ' ὀλί γον· ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ' ὑπομονὴν καὶ προθυμίαν. δι δάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λα λεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ τὴν προσευχὴν χωρεῖν. Προσεύχεται οὐχ ὡς δεόμε νός τινος ὁ θεός, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ' ὃ νοεῖται καί ἐστι θεὸς φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα. εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ' ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι. ὁ μὲν οὖν ἀνέβαινεν ἐκεῖσε καὶ προσ ηύχετο. 181 Mt 14, 27 Εἰπὼν θαρσεῖτε τὴν πίστιν ἀπαιτεῖ, δι' ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σῴζεται· ἐπαγαγὼν δὲ ἐγώ εἰμι λύει πάντα φόβον· ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ πάντα δυνάμενος ποιῆσαι. 182 Mt 15, 1-6 Προσῄεσάν τινες τῶν Ἰουδαίων καὶ καθιεροῦν ἐσπούδαζον τῷ θεῷ τὰς ἑαυτῶν ψυχάς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ πλὴν κατὰ τὸν νόμον τὰς παρὰ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ, ἀλλ' ἦσάν τινες ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, τοῦ ἡγιασμένοι εἶναι φημὶ καὶ ἱεροὶ καὶ θεῖον ἀνά θημα, σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν. προτρεπόντων δὲ αὐτοὺς ἐπὶ τὸ δεῖν εἶναι πρὸς τοῦτο τῶν Φαρισαίων καὶ γραμματέων -ἐρασιχρήματοι γὰρ οὗτοι λίαν-τὴν εἰς γονέας αἰδῶ προετείνοντο καὶ ἀληθεύοντες ἔλεγον, μόλις δύνασθαι ἑαυτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι. οἱ δὲ ἀναπείθειν ἐτόλμων παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ τὸν θεόν, κἂν προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦν τες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον τῷ πατρὶ ἢ τῇ μητρί, ὅτι δῶρόν ἐστιν, ὅπερ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, τοῦτ' ἔστιν ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, γίνωσκε τὸ θεῖον παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ. οἱ δὲ γονεῖς τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη καὶ τοὺς ἐπὶ τῷδε νό μους διαπεφρικότες διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. διὰ τί τοίνυν, φησίν, ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ἔδει γάρ, ἔδει τιμᾶν τοὺς φύσαντας, οὐ τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ' αὐτοῖς καταλύειν νόμον. οὐκοῦν οὔτε τῶν τῷ θεῷ πρε πόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρώπων διὰ τὸν θεὸν καταμελητέον, ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τοῦτ' ἔστιν θεῷ, καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμάς. 183 Mt 15, 4-6 Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρ τήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ' ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ· εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι. καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ <λέγω> καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν· οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς. 184 Mt 15, 13-14 Φυτεία ἐστὶν ἡ μὴ ἐκ θεοῦ πᾶν τὸ ἔξω θεοῦ, ὅπερ καὶ ἐκρι ζωθήσεται· ὁ ταύτῃ πεποιωμένος τυφλός ἐστιν. 185 Mt 15, 17-18 Καὶ