τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ τὸν ἐκ τροχαίου καὶ σπον δείου συγκείμενον δεύτερον ἐπίτριτον, (ὡς προείρηται, ὅτε μὴ λήγει εἰς τὸ τέλος τοῦ μέτρου αὐτὴ ἡ διποδία, ἀλλ' ἔχει ἰωνικὸν ἐπαγόμενον,) οἷον (39, 11) ἄπο μοι θανεῖν γένοιτ'· οὐ γὰρ ἂν ἄλλη. ἔστι γὰρ τοῦτο τρίμετρον ἀκατάληκτον ἔχον τὸν πρῶ τον πόδα παιῶνα τρίτον τὸν πεντάχρονον, εἶτα τρο χαϊκὴν ἑπτάσημον τὸν καὶ δεύτερον ἐπίτριτον, καὶ ἰωνικὸν ἀπ' ἐλάσσονος. Τὰ δὲ ἑξῆς, ἅ φησι, πρόδηλα. (38, 13) 9Τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μητρῳα κὸν καὶ ἀνακλώμενον ... ἐκλήθη.9 U 9Τὸ μέντοι μητρῳακὸν καὶ γαλλιαμβικὸν καὶ ἀνακλώ μενον ἐκλήθη διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ·9 καὶ τὰ ἑξῆς. -κ Ἰστέον ὅτι τοῦτο τὸ ἀπ' ἐλάσσονος ἰωνικὸν λέγεται ἀνακλώμενον καὶ μητρῳακὸν καὶ γαλλιαμβικὸν ἀπὸ 246 τοῦ τοὺς Γάλλους, ὅ ἐστι τοὺς κιναίδους, ἰαμβίζειν καὶ ὑμνεῖν τὴν Ῥέαν κατὰ τὴν ἀγοράν· διὰ τοῦτο γὰρ καὶ μητρῳακόν. ἴσως δὲ διὰ τοῦτο καὶ ἀνακλώμενον διὰ τὴν κλάσιν τῆς φωνῆς αὐτῶν καὶ ἁπαλότητα. ᾧ καὶ Καλλίμαχος κέχρηται. ἔστι δὲ ἀταξία πολλὴ ἐν τῇ χρήσει ὧν παραφέρει χρήσεων καὶ μάλιστα ἐν τοῖς πρώτοις ποσί.
Cap. XIII. Περὶ παιωνικοῦ.
Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ
παλιμβακχειακόν· καὶ τὰ ἑξῆς. Οὔκουν ἀπεδοκίμασαν οἱ μετρικοὶ τὸ παιωνικὸν μέτρον, ἐπεὶ οὐδὲ οἱ ῥυθμικοί. παιωνικὸν γάρ φασιν τὸν ἐν ἡμιολίῳ λόγον. ἡμιόλιον δέ ἐστιν, ὡς ἐν τοῖς κατὰ πλάτος εἰρημένοις αὐτοῦ ἕνδεκα βιβλίοις φησί, τὸ ἐξ ἑνὸς ἡμίσεως ποδὸς συγκείμενον· ὡς οἱ τρισύλ λαβοι πόδες ἐκ τῶν δισυλλάβων. αὐτοὶ δὲ οἱ με τρικοὶ τοῦ παιωνικοῦ τρία εἴδη φασί· τὸ ἐν κρητικῷ, τὸ ἐν βακχείῳ, τὸ ἐν παλιμβακχείῳ· πάντα δέ ἐστι πεντάσημα. 247 Εἰ δέ τις ἔροιτο πῶς τὸ μέτρον τὸ παιωνικὸν μόνον παιῶνα πρῶτον δέχεται καὶ τέταρτον, οὐδὲ δεύ τερον καὶ τρίτον, ἴστω, ὡς οὐκ ἀπὸ τῶν παιώνων πο δῶν ὠνόμασται τὸ μέτρον, ἀλλ' ὅτι ἐν ἡμιολίῳ ἐστί, κύριος δὲ ἐν αὐτῷ ποὺς ὁ κρητικός, ὃς λύων μὲν τὴν πρώτην ποιεῖ παιῶνα τέταρτον· (ὁ γὰρ ἀμφίμακρος λύει τὴν πρώτην συλλαβὴν καὶ ποιεῖ τὸν ἐκ τριῶν βραχειῶν καὶ μιᾶς μακρᾶς παιῶνα τέταρτον·) λύων δὲ τὴν ἐσχάτην [ὁ ἀμφίμακρος] ποιεῖ παιῶνα πρῶτον, λύων δὲ ἄμφω ποιεῖ τὸν πεντάβραχυν. Ἡλιόδωρος δέ φησι κοσμίαν εἶναι τῶν παιωνικῶν τὴν κατὰ πόδα τομήν, ὅπως ἡ ἀνάπαυσις ἐπιδιδοῦσα χρόνον ἑξασήμους ποιῇ τὰς βάσεις καὶ ἰσομερεῖς ὡς τὰς ἄλλας, οἷον οὐδὲ τῷ Κνακάλω οὐδὲ τῷ ΝυρσύλαAlcm. 19)· τούτου δὲ πάλιν ὑφαιρουμένη μὲν ἡ πρώτη ἐᾷ τὸ ἐκ βακχείου, ἡ δὲ δευτέρα τὸ ἐκ παλιμβακχείου. (41, 7) 9Ὁμοίως δ' ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ που τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον παρατήρημα ἐν ἀγορᾷ δ' αὖ πλάτανον εὖ διαφυτεύσομεν.9 εἶπε γὰρ τὸν πρῶτον παιῶνα καθαρῶς συντίθεσθαι τοῦ τελευταίου ὄντος κρητικοῦ. ὁ δὲ τέταρτος παίων 248 οὐχ οὕτω καθαρῶς, φησί, συντίθεται. -(41, 11) εἶτά φησιν, ὅτι ἐν ταῖς Θεσμοφοριαζούσαις παρέλαβεν ἐν μέσοις τοῖς τετραμέτροις κρητικούς. προεῖπε γὰρ (40, 14) ὡς ἐπιτηδεύουσιν ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν μετὰ τῶν κρητικῶν. καὶ φέρει (40, 12) παράδειγμα τὸ Κρα τίνου ἐν Τροφωνίῳ ἄνω (222 κ.) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ' ἦλθες οὐ πρὶν ἐλθεῖν, ἴσθι σαφές, ἀλλ' ὅπως. ἔστι γὰρ ἀπὸ κρητικοῦ καὶ παιῶνος πρώτου μικτόν. ὁμοίως οὖν καὶ τοῦτο, ὅ φησιν ἐνταῦθα, ἐν ταῖς Θε σμοφοριαζούσαις (41, 11) μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας ἐνθάδε γάρ εἰσιν ὥς φησιν ὁ διδάσκαλος. (41, 17)