Εὐρώπην διαβάς, στρατεύματα ἐπιπέμπων ἔστε Μακεδονίαν, τὴν πρὸς τὸν Ἰόνιον τοὺς ταύτῃ Ἀλβανοὺς καὶ τὴν χώραν ἐδῄου, καὶ πολίσματα ἄττα ἑλὼν τῆς Ἀλβανῶν χώρας ἐπὶ Ἰλλυριοὺς ἤλαυνέ τε καὶ ἐδῄου τὴν χώραν, λείαν τὰ ἐκείνων ποιούμενος. μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Πελοπόννησον, τῷ μὲν λόγῳ ὡς ἐπὶ Φωκίδα καὶ ἐπὶ Θετταλίαν ἐλαύνων, καταστησόμενος τὰ ἐν τῇ Θετταλίᾳ, ὥστε ἐπιτηδείως ἔχειν αὐτῷ, τοῦ δὲ Φωκέων ἀρχιερέως ἐπαγομένου σφίσιν ἐπὶ χώραν κυνηγῆσαί τε κρατίστην καὶ λειμῶνας γεράνους παρεχομένους πλῆθος ἄπλετον καὶ πεδία ἐνιππεῦσαι τὰ κάλλιστα, τῷ δὲ ἔργῳ ἐπὶ Θετταλίαν τε καὶ τοὺς ταύτῃ ἡγεμόνας Ἐπικερναίους τοὔνομα καὶ ἐπὶ γυναῖκα τοῦ ∆ὲ Λουῆ ἡγεμόνος τοῦ ∆ὲ Σουλᾶ. μετὰ δὲ ταῦτα καὶ ὡς Πελοπόννησον ἐμβαλών, ἔχων δὴ καὶ τὸν βασιλέως 1.62 Ἰωάννου παῖδα Θεόδωρον ἡγεμόνα, ἐστρατεύετο. ἀφικόμενος δὲ ἐς Θετταλίαν τήν τε ∆ομοκίην παρέλαβεν, ἐκλιπόντος τοῦ ἐν αὐτῇ ἡγεμόνος Ἐπικέρνεω, καὶ δὴ καὶ Φαρσάλων πόλιν, καὶ ταύτην ὑπὸ Ἐπικερναίων ἐπικρατουμένην ὑφ' αὑτῷ ἐποιήσατο. προέλαυνε δὲ ἐς τὸ πρόσω, τό τε Ζητοῦνιν τὸ ἐν Θερμοπύλαις καὶ Πάτρας τὰς ἐν τῷ πεδίῳ πρὸς τῇ ὑπωρείᾳ τῶν Λοκρῶν ὄρους κατεστρέψατο, καὶ αὐτῷ προεχώρησε· καὶ ἄλλα δὲ τῶν ταύτῃ πολισμάτων οὐκ ὀλίγα προσεχώρησεν αὐτῷ καθομολογίῃ. μετὰ δὲ ταῦτα ἡ ∆ὲ Λουῆ τοῦ ἡγεμόνος γυνή, ἔχουσα θυγατέρα γάμου τε ὡραίαν καὶ ἐγγυημένην ἀνδρί, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, ἡγεῖσθαι δὲ αὐτῷ ἐπὶ τάδε τῶν Σαλόνων ἀρχιερέα, λαβοῦσά τε τὴν θυγατέρα καὶ δῶρα, ὅσα ἠδύνατο, ὑπήντα τῷ βασιλεῖ. ὁ δὲ τήν τε θυγατέρα ἐδέξατο, καὶ αὐτὴν ἅμα τῇ θυγατρὶ ἐς τὰ ἑαυτοῦ ἤθη ἀπέπεμπε, τὴν δὲ χώραν παραλαβὼν ταύτῃ ἐπέστησεν ἄρχοντα. λέγεται δὲ περὶ ταύτης τῆς γυναικὸς, ὡς ἱερέως τινὸς Στράτεω ἐπικαλουμένου ἐρασθεῖσα καὶ ἐς τὸ πρόσω ἀναιδείας ἐλαύνων τήν τε ἀρχὴν ἐπέτρεψε τῷ ἱερεῖ, καὶ ἀναιδῆ πολλοὺς τοὺς τὴν ∆ελφῶν πόλιν ἐνοικοῦντας ἐργασαμένη. διὰ ταῦτα ὑπὸ ἀρχιερέως ἐς βασιλέα διεβλήθησαν, ὡς αἰκία ἂν 1.63 εἴη γυναῖκα χώρας τοσαύτης ἡγουμένην, ὑπὸ ἱερέως μοιχευομένην, ἀνήκεστα κακὰ ποιεῖν τοὺς πολίτας, καὶ διὰ ταῦτα ἀπᾶραι βασιλέα ἐπιόντα στρατεύεσθαι ἐπ' αὐτούς. λέγεται μέντοι περὶ τοῦ ἱερέως τούτου τοῦ τῇ γυναικὶ ταύτῃ συγγενομένου καὶ ἄλλα οὐκ ὀλίγα ἔστε γυναῖκας πλημμελῆσαι, κατεργαζόμενον δαιμονίῳ τρόπῳ, ὥστε ταύτας ἐφέλκεσθαι ἀπαγόμενον ἐπὶ συνουσίας. ∆ὲ Λουῆς δὲ ὁ τῆς γυναικὸς ἀνὴρ πρόσθεν ἐτετελευτήκει νόσῳ. ἦν δὲ οὗτος γένος τῶν Ταρακωνησίων βασιλέων, καὶ ὁπότε οὗτος ἀπὸ Ἰταλίας ἀφικόμενος ἐπὶ Πελοπόννησον, κατέσχε τὴν Ἀττικὴν ἅμα καὶ Βοιωτίαν πρὸς τῇ Πελοποννήσῳ, καὶ δὴ καὶ Φωκίδα καὶ Πάτρας τὰς ἐκτὸς Θερμοπυλῶν. οὗτοι μὲν οὖν ὕστερον χρόνῳ οὐ πολλῷ διελθόντι τήν τε ἡγεμονίαν ἀπέβαλον, καὶ οἱ μὲν ἀπενόστησαν ἐπὶ Ἰταλίας, οἱ δ' αὐτοῦ ἐνέμειναν, ἐς ὃ ἐτελεύτησαν. τούτων δ' ἦν καὶ οὗτος ὁ ∆ὲ Λουῆς, ᾧ τὴν γυναῖκα ἀφελόμενος Παιαζήτης ὁ Ἀμουράτεω καὶ τὴν θυγατέρα ἔχων ἀπεχώρει. Ὁ μὲν ἐς Πελοπόννησον ἐπέβαλεν. ὁ μὲν οὖν τῆς Σπάρτης ἡγεμών, ὡς ἐς τὴν Θετταλίαν ἐσέβαλε, τάς τε πόλεις ἐπὶ τὸ ἀσφαλὲς καταστησάμενος, ἀποδρὰς νυκτὸς ᾤχετο ἐς Πελοπόννησον, ὡς ἢν ἐπίῃ, ἀμυνούμενος, ᾗ ἠδύνατο κράτιστα. καὶ ἐμέ 1.64 λησε μὲν οὐχ ἥκιστα διὰ τοῦτο εἰσβαλεῖν ἐς τὴν Πελοπόννησον, ἀγγελία δὲ ἀφίκετο αὐτῷ, ὡς οἱ Παίονες ἡγουμένου Σιγισμούνδου Ῥωμαίων βασιλέως τε καὶ αὐτοκράτορος καὶ Κελτοὶ καὶ Γερμανῶν οὐκ ὀλίγοι συνελέγησαν ὡς ἐπ' αὐτὸν ἐπιόντες, καὶ τόν τε Ἴστρον παρασκευάζοιντο διαβῆναι, καὶ ∆ᾶκας δέ, γένος οὐκ ἀγεννές, ἔχοιεν μετ' αὐτῶν, τῆς τε ὁδοῦ ἡγουμένους, τὴν ἐσήγησιν τοῦ στρατοῦ ποιουμένους. Σιγισμοῦνδος δὲ οὗτος ὁ ἐπὶ Παιαζήτην στρατευόμενος ἡγεμών τε Γερμανῶν τὴν ἀρχῆν ἐτύγχανεν ὤν, περὶ Βιέννην τὴν πόλιν τὰ πολλὰ διατρίβων, καὶ χώρας τῶν ταύτῃ Γερμανῶν ἄρχων οὐ φαύλης. Παιόνων μετὰ ταῦτα προσαγομένων σφίσιν αὐτὸς βασιλεύς τε ἅμα καθειστήκει Παιόνων καὶ τῆς Γερμανῶν χώρας ἡγεμών. Ἡ δὲ Γερμανία ἄρχεται μὲν