«θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς καιρὸν πιστεύειν φησὶ κατὰ μὲν τὸν Ματθαῖον· «ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται·» κατὰ δὲ τὸν Μάρκον· «οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον εὐθέως μετὰ χαρᾶς λαμβάνουσι, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, ἐπὰν γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθέως σκανδαλίζωνται·» κατὰ δὲ τὸν Λουκᾶν· «οἱ δὲ ἐπὶ τὴν πέτραν, οἳ ὅταν ἀκούσωσι μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται·» περὶ δὲ τῶν καλῶς καρποφορούντων διδάσκουσα λέγει· «ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιεὶς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα,» ἤ· «καὶ <ἐκεῖνοί> εἰσιν <οἱ> ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ ἀποδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατὸν,» ἤ· «τὸ δὲ εἰς τὴν καλὴν γῆν, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.» κατὰ τὸν ἀπόστολον οὖν ἐπεὶ «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε,» «γεώργιον» μὲν ἐν τῇ ἀγαθῇ γῇ, «οἰκοδομὴ» δὲ ἐν τῇ πέτρᾳ· ὡς «οἰκοδομὴ θεοῦ» στῶμεν ἄσειστοι πρὸς τὸν χειμῶνα καὶ ὡς «θεοῦ γεώργιον» μηδὲ τοῦ πονηροῦ φροντίζωμεν μήτε «θλίψεως ἢ διωγμοῦ» τῶν «διὰ τὸν λόγον» γινομένων μήτε τῆς τοῦ αἰῶνος τούτου μερίμνης ἢ τῆς ἀπάτης τοῦ πλούτου ἢ «τῶν τοῦ βίου ἡδονῶν,» ἀλλὰ πάντων τούτων καταφρονοῦντες τὸ ἀμέριμνον τῆς σοφίας πνεῦμα ἀναλάβωμεν καὶ ἐπὶ τὸν μηδαμῶς ἔχοντα ἀπάτην πλοῦτον σπεύδωμεν καὶ ἐπὶ τὰς, ἵν' οὕτως ὀνομάσω, ἡδονὰς «τοῦ παραδείσου τῆς τρυφῆς» ἐπειγώμεθα, καθ' ἕκαστον τῶν ἐπιπόνων λογιζόμενοι ὅτι «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα.» 50 Καὶ τοῦτο δὲ γινώσκωμεν, ὅτι τὸ εἰρημένον περὶ τοῦ Ἄβελ ἀναιρεθέντος ὑπὸ τοῦ ἀνθρωποκτόνου καὶ ἀδίκου Κάϊν ἐφαρμόζει πᾶσιν, ὧν ἀδίκως ἐξεχύθη τὸ αἷμα. τὸ γάρ· «φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς» νομίσωμεν λέγεσθαι καὶ περὶ ἑκάστου τῶν μαρτύρων, ὧν ἡ φωνὴ τοῦ αἵματος βοᾷ πρὸς τὸν θεὸν ἀπὸ τῆς γῆς. τάχα δὲ καὶ ὥσπερ «τιμίῳ αἵματι» τῷ τοῦ Ἰησοῦ ἠγοράσθημεν, Ἰησοῦ λαβόντος «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» οὕτως τῷ «τιμίῳ αἵματι» τῶν μαρτύρων ἀγορασθήσονταί τινες, καὶ αὐτῶν πλέον ὑψουμένων παρ' ὃ ὑψώθησαν ἂν δίκαιοι μὲν γενόμενοι μὴ μαρτυρήσαντες δέ· λόγον γὰρ ἔχει τὸ ἰδίως τὸν ἐν μαρτυρίῳ θάνατον ὕψωσιν καλεῖσθαι, ὡς δῆλον ἐκ τοῦ· «ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» δοξάσωμεν οὖν καὶ ἡμεῖς ὑψώσαντες τῷ ἑαυτῶν θανάτῳ τὸν θεὸν, ἐπείπερ ὁ μαρτυρῶν τῷ ἑαυτοῦ «θανάτῳ δοξάσει τὸν θεόν·» ὅπερ καὶ αὐτὸ ἀπὸ Ἰωάννου μεμαθήκαμεν εἰπόντος· ταῦτα δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν.» 51 Ταῦτά μοι κατὰ τὸ δυνατὸν, ὡς οἷόν τε ἦν, πρὸς ὑμᾶς ὑπηγόρευται, ἅπερ εὔχομαι ὑμῖν γενέσθαι πρὸς τὸν παρόντα ἀγῶνα χρήσιμα. εἰ δ' ὑμεῖς μάλιστα νῦν ὡς ἄξιοι πλείονα βλέπειν τῶν τοῦ θεοῦ μυστηρίων μείζονα καὶ πλουσιώτερα καταλαμβάνοντες καὶ πρὸς τὸ προκείμενον ἀνυσιμώτερα τούτων ὡς παιδικῶν καὶ εὐτελῶν καταφρονήσετε, κἀγὼ ἂν τὸ τοιοῦτον περὶ ὑμῶν εὐξαίμην. πρόκειται γὰρ ὑμῖν οὐ τὸ δι' ἡμῶν ἀνυσθῆναι τὰ καθ' ὑμᾶς ἀλλὰ τὸ ὅπως ποτὲ ἀνυσθῆναι. καὶ εἴθε γε ἀνυσθείη διὰ θειοτέρων καὶ συνετωτέρων καὶ ὑπερεχόντων πᾶσαν ἀνθρωπίνην φύσιν λόγων καὶ σοφίας θεοῦ.