οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. 15.5 Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι <καὶ> ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς». «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν». καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἡμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον † πόσα πεποιήκασι χειρόγραφα; «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε ἑκατέρως ἔστι διηγήσασθαι τὸν τόπον. πῶς μέντοι «οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς»; ὥστε οὐκ ὠφείλησεν αὐτῷ «οὐδὲ εἷς», πᾶσι τὰ ὀφει λήματα αὐτῶν ἀφῆκεν. «ἀνθρώπῳ δανειστῇ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόν των αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο». θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντή κοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰου δαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχα ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ' οἷς καὶ λέγεται <τὸ> ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετα νοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ' ἐκείνην ἀνα φέρεται; ἐκ τοῦ «καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ», πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· «ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα» καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ «οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς», ὃ ἦν ἀναγ καῖον παραστῆσαι ὑμῖν. «οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι <οὐδείς>· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». εἰ καὶ ἀπέθανεν «ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ». 15.6 Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ' οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐπείγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγνωσθὲν τὸ «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἐκ τοῦ † τοὺς νομίζοντας ὅτι ἄν θρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς «ὁ μονογενής», «ὁ πρωτότοκος πάσης κτίσεως»)· «ἐπικατάρατος» γὰρ «ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ' ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι <ἂν> ὅτι οὐκ ἐπ' ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄν θρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ οἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι' οὗ «ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι». «ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρω πον». κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν-ἀλλ' εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. «εἰ» γὰρ «καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν», φησὶν ὁ ἀπόστολος. ἐγὼ δι' αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκο λουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες». οὐκοῦν ὡς «πρωτότοκος» ἐστὶν «ἐκ τῶν νεκρῶν», οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. «ἐπικατάρατος» τοίνυν «ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρω πον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ», ὅστις ἂν κυρώσῃ τὰ σάρ κινα, ὅστις τὴν ἰσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ' ὁ ἅγιος· οὐχ οὕτως ἐστίν· «οὐ γὰρ στηρίζει σάρκα βραχίονος αὐτοῦ», «πάντοτε» γὰρ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» αὐτοῦ ἔχει, καὶ νεκροῖ «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορ νείαν,