21
τὰς αἰτίας ἐπήνεγκεν. Ἄλλο δέ τι τρανότερον, μετὰ τὸ ὄρος Κυρίου, καὶ τὸν οἶκον ἐπήνεγκε, κατὰ τὴν τῶν προκοπτόντων ἀνάβασιν καθαρωτέρας καταλαμβανόντων αὐγῆς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων. Τοιοῦτον τὸ, "Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθείη." Πῶς γὰρ ἂν αἰσχύνοιντο, ἐφ' οὓς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου Κυρίου; Καὶ ἐπειδὴ φῶς αὔταρκες τὸ νομικόν τε καὶ προφητικὸν ἔχειν ἑαυτοὺς ἐνόμιζον, τὸ Κυρίου προσέθηκεν. Ἐκεῖνα γὰρ λύχνος οἷα καὶ ἀστέρες ἦσαν, πρὶν ὀφθῆναι τὸν ἤλιον, μεθ' ὃν ἐκεῖνα καλύπτεται τῶν ἀνονήτων γενόμενα. ∆ιὸ καὶ ὁ Σωτὴρ αὐτοῖς ἔλεγεν· "Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ. "περὶ ἑαυτοῦ λέγων·" Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Καὶ νῦν ὁ προφήτης μονονουχὶ μεταπλάττομαί φησι, τὰ Μωϋσέως γράμματα πρὸς ἀλήθειαν. Ἀλλ' ἐπεὶ διὰ τοὺς πατέρας ᾤοντο μελεῖν Θεῷ, κἂν δεινῶς ἁμαρτάνωσιν, κἂν μὴ τὸν δι' ἡμᾶς σαρκωθέντα προσίοιντο, φησὶν αὐτοῖς· Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ. ∆ηλοῖ δὲ τοῦτο προφήτης ἄλλος εἰπών· "Καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον." Καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο λέγοντες· "Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς τὰ κακά;" ∆ιὰ τοῦτο, "∆ι' ὑμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται," καὶ τὰ ἑξῆς. Τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγεν μὴ βουλομένοις αὐτὸν ὑποδέξασθαι· "Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Ἀλλὰ γὰρ διὰ τί ἀνῆκεν αὐτοὺς, ὁ προφήτης ἐπήνεγκεν, ὅτι τοὺς πρὸ αὐτῶν τὴν χώραν οἰκοῦντας ἀσεβεῖς ἐμιμήσαντο. Χαλεπωτάτη δὲ ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Ὡς γὰρ κρατοῦντος αὐτοὺς τῇ χειρὶ διὰ φυλακῆς τοῦ Θεοῦ, τὸ, ἀνῆκας φησὶ, μηκέτι τοῦ λαοῦ προνοούμενος. Καὶ ὅρα πόσων κακῶν ὁ κληδονισμὸς Θεοῦ γιγνόμενος ἐγκαταλείψεως αἴτιος, διὰ τοὺς, ὅσοι τῶν πιστῶν τοῖς τοιούτοις συμπεριφέρονται. Πάντα γὰρ ταῦτα καὶ ὁ Μωσέως ἀπεκήρυξε νόμος, ὡς δαιμόνων εὑρήματα. "Σοὶ δὲ οὐχ οὕτω, φησὶν, ἔδωκεν Κύριος ὁ Θεός σου." Ἄτοπον γὰρ, ἔχοντας τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβολὴν, τοῖς εἰκῆ γινομένοις ἀπάγεσθαι. Εὕρημα δὲ τῶν Φυλιστιαίων ἔοικεν εἶναι κληδονισμὸς, ὡς Χαλδαίων ἀστρολογία, καὶ Αἰγυπτίων ἐπῳδαί τε καὶ φαρμακεῖαι, καὶ Κρητῶν οἰωνοσκοπία. Καὶ τέκνα, φησὶν, ἀλλόφυλα ἐγεννήθησαν ἐν αὐτῇ. Ὅταν γὰρ πόλις ἔθη μοχθηρὰ καταδέξηται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα· καὶ εὐθὺς ἐκ γενέσεως ἀλλότρια γίνεται 1881 τοῦ Θεοῦ ἀλλόφυλα χρηματίζοντα, καὶ τῆς πορνείας πληθυνθείσης ἴσως ἐκ γυναικῶν ἀλλοφύλων ἐγένοντο. Ἐπὶ ψυχῆς δὲ τέκνα ἀλλόφυλα οἱ ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας λόγων καρποί. Τὸ δὲ φιλοπλουτεῖν, ὅσον δεινὸν δείκνυσιν μετὰ τοιούτων ἀσεβημάτων τάξας αὐτό. Χωρὶς γὰρ τῆς ἀδίκου κτήσεως ἡ μὲν πενία παιδαγωγός ἐστιν εἰς ἀδίκου κτήσεως πλοῦτος ὕβρεως ἀφορμή. ∆ιό φησι μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Τῶν δ' ἵππων, φησὶν, οὐκ οὖν ἀριθμὸς, εἰπόντος τοῦ νόμου, μὴ πληθυνεῖς σεαυτῷ ἵππον. Καὶ πᾶς ἅγιος τὴν τούτων χρῆσιν ἀπέφυγε. ∆ηλοῖ δὲ διὰ τούτων τὴν Ἰουδαίων ἀλαζονείαν. Τὸ δὲ, οὐκ ἦν ἀριθμὸς, ἢ ὑπερβολικόν· ἢ ὅτι παρὰ Θεῷ τῶν κακῶν οὐδὲν ἐναρίθμιον· οὐ γύναιον, ὡς ἀσθενές· οὐ παιδίον, ὡς εὐκαταφρόνητον, πλὴν πρωτοτόκων, καὶ Λευϊτῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐκ ἐπίμικτος, διὰ τὸ ἀλλότριον. Εἶτα, καὶ περὶ βδελυγμάτων φησίν. Ἔδει γὰρ ἀρξαμένους ἀπὸ κληδονισμῶν, διὰ φυλαργυρίας τε καὶ ἱππομανίας ὁδεύσαντας, καταντῆσαι πρὸς εἰδωλολατρείαν τοὺς ἐπὶ πλούτου θαῤῥήσαντας ἀδηλότητι, καὶ ψεύδεσιν ἵπποις εἰς σωτηρίαν, ἀλλ' οὐ τῷ δυνατῷ συντρίβειν πολέμους. Βδέλυγμα δὲ παρὰ Κυρίῳ πᾶσα πρᾶξις παράνομος. Πρὸς δὲ τὴν εἰδωλολατρείαν, ἐφ' οὗ ἐχρήσατο ἡ Γραφὴ, πᾶς ἀναπλασμὸς ψευδῶν δογμάτων ἐν διανοίᾳ τυπούμενος, εἰκότως λέγοιτο βδέλυγμα. Καὶ κατὰ τὸ φαινόμενον δέ φησιν ἡ Γραφὴ, "Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν [βδέλυγμα Κυρίῳ] ἔργον χειρῶν τεχνίτου. Πρὸς ὃ σχετλιάζων ὁ προφήτης φησί· Καὶ ἔκρυψεν