τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν, καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φέροντά τε καὶ δεικνύοντα, ἐκεῖνος "τί" φησίν, "ὦ οὗτος, τόλμῃ χρησάμενος τοιαῦτα κατὰ τὸν ἀναγκαῖον τοῦτον ἀγῶνά μου διαλέγειν ἐπιχειρεῖς, τοῦτο μόνον σπουδάζοντι, μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν περιτετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών." 17. Ἀλλὰ καὶ τούτου ἕτερόν τι διηγήσομαι χαλεπώτερον, οὐ μόνον ἐκπῖπτον τοῦ πρέποντος, ἀλλὰ καὶ τῆς βασιλικῆς ἀξίας ὅτι μάλιστα ἀλλότριον. γυναίῳ τινὶ ἧς τὸν παῖδα υἱοθετησάμενος ἦν, ἐκ βαλανείου ἐρχομένην καὶ τὴν ἑαυτῆς κάλπην ἐπὶ χεῖρας ἐχούσῃ συναντήσας τοῦ ἵππου ἀπέβη, καὶ τοὺς μὲν ἄλλους κατὰ τὰ ἀνάκτορα ἀπέστειλεν, ἀκόλαστα δὲ καὶ μυστικὰ ἀνδράρια ἑται 661 ρισάμενος ἀπῄει μετὰ τῆς γυναικός, τὴν κάλπην τῶν ἐκείνης χειρῶν ἀναλαβών. καὶ "ἄγε δή, ὦ γύναι, θαρροῦσα" ἔλεξεν "ἐμὲ κατὰ τὸ σὸν οἴκημα ὑπόδεξαι, ψωμοῦ πιτυρώδους καὶ ἀσβεστοτύρου ἐπιθυμοῦντα," τάχα που ἀπὸ τῶν νʹ νομισμάτων, ἅπερ δέδωκε τῷ ἀνδρὶ αὐτῆς, ὑπολαμβάνων τι κεκτῆσθαι ταύτην. ἐπὶ δὲ τῷ ξένῳ τούτῳ θεάματι ἡ γυνὴ ἐκπλαγεῖσα, ἐπεὶ καὶ πάντων ἐν ἀπορίᾳ ἦν, αὐτὸς ὁ Μιχαὴλ τὸ σαβάνον αὐτῆς ἔτι διάβροχον ὂν ἀντὶ μεσσαλίου τῷ σκάμνῳ ἐπέθετο (οὐ γὰρ εἶχεν τράπεζαν), τήν τε κλεῖδα ἀφελὼν αὐτῆς ἦν τὰ πάντα ὁ βασιλεύς, τραπεζοποιὸς μάγειρος δαιτυμών. ἐκβαλὼν δὲ ἅπερ εἶχεν τῆς πενιχρᾶς ἐκείνης ἡ κιβωτός, συνειστιᾶτο ταύτῃ καὶ συνεδείπνει, κἀκεῖθεν βάδην αὖθις ἀπῄει πρὸς τὰ ἀνάκτορα. 18. Καὶ τὸ δὴ χαλεπώτερον, ἡ τῶν ὧν εἶχε μεθ' ἑαυτοῦ φατρία, σατύριοί τινες οὗτοι καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἀκόλαστοι, οὓς ἐκεῖνος διὰ τιμῆς ἄγων καὶ αἰδοῦς τῶν θείων κατωλιγώρει· ἱερατικὰς στολὰς χρυσοϋφάντους ἐπετίθει καὶ ὠμοφόρια, καὶ ἠνάγκαζεν ἀσχημόνως τε καὶ ἀνάγνως τελεῖν τὰ ἁγνά. καὶ πατριάρχην τὸν ἔξαρχον τούτων ἐκάλει, Γρύλλον καλούμενον, τοὺς δὲ λοιποὺς ιαʹ μητροπολίτας τῶν ἐξαιρέτων θρόνων τε καὶ λαμπρῶν. οἷς εἰ μὴ καὶ αὐτὸς ἐκοινώνει, οὐδὲ βασιλεύειν ἠξίου· καὶ γὰρ πρωτόθρονος ὁ Κολωνείας ὤν, δωδέκατος δὲ αὐτὸς ὁ βα 662 σιλεὺς Μιχαήλ. καὶ τὰς ᾠδὰς ἐξεπλήρουν διὰ κιθαρῶν· καὶ τὰ μὲν μυστικὰ μιμούμενοι λιγυρῶς ἐπήχουν, τὰς δὲ ἐκφωνήσεις ἀνέτῳ φορᾷ καὶ διαπρυσίῳ. σκεύη δὲ διάχρυσα καὶ μαργαριτῶν συγκρίμενα εἶχον, ὄξους τε καὶ σινάπεως πληροῦντες οἷς ἐβούλοντο μεταλαμβάνειν ἐδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. οὗτος οὖν ὁ Γρύλλος καὶ ὄνῳ ἐπωχεῖτο λευκῇ, τὰς δημοσίους προόδους τελῶν, καὶ τὸν τοιοῦτον θίασον συνεπόμενον ἔχων ἠγάλλετο. καί ποτε συνέβη μετὰ τῆς ἐκκλησιαστικῆς λιτῆς ἐρχομένῳ τῷ μακαρίτῃ Ἰγνατίῳ συντυχεῖν· καὶ τὸν φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονώτερον τῶν κρουσμάτων ἦρχε, καὶ τὸν κλῆρον μυρίοις καὶ αἰσχίστοις περιέβαλλε ῥήμασιν. ὑπὸ δὲ τοῦ ὁσίου ἐπιτιμηθεὶς αὐτὸς μὲν οὐδὲν τούτων ἐφύλαξεν, πλὴν τέως τῆς ὁδοῦ ἐξέκλινε. τούτοις ἑαυτὸν γέλωτα ἄσεμνον καὶ ἀνακαγχασμὸν ὁ ἀφρονέστατος προετίθει, οἷς ὑβρίζετο μὲν ἡ ἁγία προσφορά, ὑβρίζετο δὲ τὰ ἅγια λόγια, τοῖς ἀρρήτοις αὐτῶν καὶ ἀκαθάρτοις ἐπιτηδεύμασιν ἐπιλεγόμενα καὶ ἐπιφωνούμενα. 19. Μετ' οὐ πολὺ δὲ τοῦ ἁγιωτάτου Ἰγνατίου τοῦ θρόνου τῆς πατριαρχίας καταβιβασθέντος, ἐπίπροσθεν τῆς βασιλικῆς τραπέζης κατενώπιον τελουμένων Φωτίου καὶ δι' αἰσχίστης μιμήσεως τῶν θείων παιζομένων ὑπὸ τῶν καταφρονητῶν καὶ καταπτύ 663 στων ἀνδρῶν, τοσοῦτον ἐκεῖνος ἀπέσχεν τοῦ ἐπιτιμῆσαι καὶ διελέγξαι καὶ τὸ ἀτοπώτατον καταργῆσαι τοῦ ἐπιτηδεύματος, ὅτι καὶ ἐπεκύρου μᾶλλον ὁ ἀθέμιτος τὸ ἀθέμιτον, ἐπευξάμενος τὸν θεομισῆ Θεόφιλον ἐκεῖνον τὸν καὶ Γρύλλον, ὃν ὁ ἀπαιδευτότατος ἄναξ ἴδιον πατριάρχην ὠνόμαζεν, παίζειν εὔστοχος καὶ ἐν ἱερατικοῖς ἀμφίοις καὶ λογίοις, καὶ κρότους ἀποπέμπειν μεγίστους ἡμιόνων τρόπῳ, καὶ πιεῖν ἐξ αὐτοῦ πάντας, τοῦτό γε μόνον ἄξιος αὐτοῖς ἐπιφωνεῖν, καὶ σαρκίνων μεταλαμβάνειν μετὰ νάπυος καὶ ὄξους· καὶ τῷ ὠμοφορίῳ αὐτοῦ ὁ ἀνίερος τῷ ἀνιέρῳ τὴν ἀνιεραρχίαν ἀνιέρως