De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
οἱ ψάλται καὶ οἱ προσμονάριοι, καὶ εἶθ' οὕτως εἰσέρχονται ἔνδον τῆς κορτίνας τῆς κρεμαμένης ἐν τῷ Ἁγίῳ Φρέατι. Ὁ δὲ πραιπόσιτος λαβὼν τὸ στέμμα, ἐπιδίδωσι τῷ πατριάρχῃ, καὶ στέφει ὁ πατριάρχης τὸν βασιλέα, καὶ ἐπιδίδοντος τοῦ πατριάρχου τῷ μεγάλῳ βασιλεῖ εὐλογίας, ὁμοίως καὶ τῷ μικρῷ, λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἀντιδιδοῖ τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης τῷ βασιλεῖ ἀλειπτά, ὁμοίως καὶ ὁ ἕτερος βασιλεὺς τὸ αὐτὸ ποιεῖ. Προσκυνήσαντες δὲ ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι οἵ τε βασιλεῖς καὶ ὁ πατριάρχης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ διέρχεται διὰ τῆς μέσης, καὶ εἰσέρχεται τὴν μεγάλην πύλην τῆς Χαλκῆς, ἀπὸ δὲ τῶν ἐκεῖσε διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, ἐκτελούντων τῶν περατικῶν μερῶν ἀκολούθως καὶ τῶν πολιτικῶν ἅπαντα τὰ κατὰ συνήθειαν. Καταλαβούσης δὲ τῆς συγκλήτου ἐν τῷ Κονσιστωρίῳ, μένει ἐκεῖσε ὑπερευχο 1.63 μένη τὸν βασιλέα· κατελθὼν δὲ τὰ γραδήλια ὁ βασιλεύς, μένει ἐκεῖ, καὶ ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων καὶ βεστητόρων, ὑπερευχόμενοι τὸν βασιλέα τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν πατρικίων, διέρχεται μέχρι τοῦ στενοῦ, καὶ μένουσιν οἱ πατρίκιοι, καὶ αὐτοὶ ὑπερευχόμενοι τὸν βασιλέα. Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, παραυτίκα ἀσφαλίζουσι τὰς θύρας κουβικουλάριοι, ὁ δὲ βασιλεὺς νεύει τῷ πραιποσίτῳ καὶ λέγει ῥωμαϊστί· "∆ιτ." Καὶ ἀποκριθεὶς εἷς τῶν κουβικουλαρίων λέγει· "Καλῶς." Οἱ δὲ λοιποὶ πάντες τοῦ κουβουκλείου, στάντες δίκην τοῦ Π στοιχείου, λέγουσιν καὶ αὐτοὶ ῥωμαϊστί· "Ἦλθες η μούλτος ἄννος, φιλικήσιμε." Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῷ Ὀκταγώνῳ, λαβόντος τοῦ πραιποσίτου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχονται οἱ βεστήτορες καὶ ἀπαλλάσσουσι τὸν λῶρον, καὶ ἐξέρχονται. Ὁ δὲ βασιλεὺς περιβαλλόμενος σαγίον χρυσοῦν, ἀπὸ τῶν ἐκεῖσε, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου πρωτοσπαθαρίων τε καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς Ἀψίδος καὶ εἰσέρχεται ἐν τῷ θεοφυλάκτῳ παλατίῳ. Καταλαβούσης δὲ τῆς ὥρας, καθέζεται ἐπὶ τῆς τραπέζης, ἡ δὲ τράπεζά ἐστιν ἀποκοπτή, καὶ εἶθ' οὕτως εἰσέρχονται οἱ τοῦ κουβουκλείου, καὶ παρίστανται καθὼς καὶ ἡ τάξις ἔχει ἔνθεν κἀκεῖσε τοῦ κλητωρίου· εἰσέρχονται δὲ καὶ οἱ φίλοι ἐν τῷ κλητωρίῳ, φοροῦντες οἱ μὲν πατρίκιοι τὰ χλανίδια αὐτῶν, καὶ πάλιν, ἡνίκα εἰσέλθῃ τὸ δούλκιν, περιβάλλονται αὐτά. Ἰστέον δὲ ὅτι οἱ ἄρχοντες τοῦ κουβουκλείου δι' ὅλης 1.64 τῆς διακαινησίμου ἐν τῇ αὐτῇ τραπέζῃ, ἤγουν τῇ χρυσῇ, τελοῦσι διπλοῦν παραστάσιμον. Χρὴ δὲ εἰδέναι ὅτι εἰ μὲν τύχωσι πρέσβεις μεγάλων ἐθνῶν, καὶ κελεύσῃ ὁ βασιλεὺς τούτους καλέσαι, ἵσταται ἡ χρυσῆ μικρὰ τράπεζα ἄνω ἔνθα τὸ πενταπύργιον ἵσταται, καὶ καθέζεται ἐκεῖ ὁ βασιλεύς, οἱ δὲ πρέσβεις καθέζονται ἐν τῇ μεγάλῃ χρυσῇ τραπέζῃ. Ἀριστερὰ δὲ τοῦ πενταπυργίου ἵσταται σκάμνον, ἔχον βάθρα, καὶ ἀνέρχεται δι' αὐτοῦ ὁ τῆς τραπέζης, καὶ ἵσταται ἄνω καθυπουργῶν τῷ βασιλεῖ, οἱ δὲ ἐγγιστιάριοι ἵστανται πάντες κάτω, ἵστανται δὲ ὁμοίως καὶ ἐξ ἀριστερῶν τοῦ αὐτοῦ πενταπυργίου, ἔχοντος καὶ αὐτοῦ βάθρα, καὶ ἀνέρχεται δι' αὐτοῦ ὁ ἐπιγκέρνης. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἵστανται ἐν τῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου τῇ ἐξαγούσῃ πρὸς τὸν Τριπέτωνα παρατράπεζα δύο· εἰ δὲ κελεύει ὁ βασιλεὺς γενέσθαι κατὰ προσθήκην ἕτερα δύο παρατράπεζα, ἵσταται τὸ ἓν ἐν τῇ ἀριστερᾷ καμάρᾳ, τὸ δὲ ἕτερον ἐν τῇ δεξιᾷ. Γνωστέον δὲ καὶ τοῦτο, ὅτι εἰ μὲν τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ τῇ αὐτῇ ἡμέρᾳ τοῦ Πάσχα, τελεῖται οὕτως· ἐξέρχεται μετὰ λιτῆς ἐκ τοῦ θεοφυλάκτου αὐτοῦ παλατίου, ἀπὸ τῆς παναγίας Θεοτόκου τοῦ Φάρου, καὶ διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ καὶ τῆς Ἀψίδος, καὶ ἀπέρχεται ἐν τῷ ναῷ τῆς Παναγίας Θεοτόκου ἐν τῇ ∆άφνῃ· ἀπὸ δὲ τῶν ἐκεῖσε ἀπέρχεται εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, καὶ τελέσαντος τὰ συνήθη, οἱ μὲν ἱερεῖς ἀπὸ τῶν ἐκεῖσε λιτανεύοντες, ὑποστρέφουσιν ἐν τῷ παλατίῳ, ὁ δὲ βασιλεὺς εἰσέρχεται ἐν τῷ ἐκεῖσε ὄντι κοιτῶνι τοῦ Αὐγουστέως, ἐκδεχόμενος τὸν καιρόν· καταλαβόντος δὲ τοῦ καιροῦ, τελεῖ ἅπαντα ἀκολούθως τὰ τοῦ Πάσχα, ὡς ἀνωτέρω εἴρηται. 1.65 Ιʹ Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ δευτέρᾳ ἡμέρᾳ τῆς διακαινησίμου. Προέρχονται τάχιον ἅπαντες οἱ ἄρχοντες ἀπὸ λευκῶν χλανιδίων ἐν τῇ Ἀψίδι, ἀλλάσσουσι δὲ οἱ μὲν πατρίκιοι χλανίδια χρυσόταβλα, οἱ δὲ λοιποὶ ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν τε καὶ ἀξίαν, τοῦ δὲ κουβουκλείου οἱ μὲν πραιπόσιτοι καὶ ὀστιαροπριμικήριοι