αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφο μένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματος ἔχει πλήρωσιν, καρδίας δὲ οὐκ ἐφάπτεται. τὸ δὲ καρδίας μὴ ἐφαπτόμενον οὐ δύναται κοινῶσαι τὸν ἄνθρωπον τὸν ἀληθινὸν ἢ μὴ καθαρὸν ἀπεργάσασθαι. 186 Mt 15, 28 Εἰπὼν δὲ γενηθήτω σοὶ ὡς θέλεις βασιλικῶς ἐφθέγξατο οὐ δι' εὐχῆς τὸ πρᾶγμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς αὐτῷ ἐξουσίας. 187 Mt 15, 28 Ῥηθέντος τοῦ λόγου τὸ ἔργον οὐ χρονίζει· θεὸς γὰρ ὁ λέγων καὶ τὸ ῥῆμα ἐνεργοῦν καὶ ἡ δύναμις πανταχοῦ. 188 Mt 15, 31 Οὔπω τὸ τοῦ κυρίου κατέμαθον ἀξίωμα, ὅτι θεός ἐστιν, ἀλλ' ἄν θρωπον ἐνόμιζον αὐτὸν ψιλόν· διὸ καὶ τῷ θεῷ Ἰσραὴλ τὴν δόξαν ἀνέπεμπον. 189 Mt 15, 34-39 Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν, ὅτι θεός ἐστιν· οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν οἱονεί πως καὶ ἄκων διὰ τὴν ἀνάγκην καὶ τὸ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον, ὅπερ οὐκ ἂν ἐποίησεν ἐν πόλει, ὅπου τῶν ὠνίων ἡ ἀφθο νία· πλὴν δυνάμενος λόγῳ κραταιῶσαι αὐτοὺς διὰ τὸ ἀφανὲς τοῦτο οὐ ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δεικνύων τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν. Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ· πολλοὶ μὲν γὰρ χριστοὶ κατὰ χάριν καὶ υἱοθεσίας ἀξίωμα ἔχοντες, ἀλλὰ μόνος εἷς ὁ φύσει υἱὸς τοῦ θεοῦ. διὸ μετὰ τοῦ ἄρθρου ἔφη ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. εἰπὼν δὲ αὐτὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος δείκνυσιν, ὅτι αὐτὸς ζωὴ ἦν καὶ θάνατος αὐτοῦ οὐ κυριεύει. κἂν γὰρ πρὸς ὀλίγον ἡ σὰρξ ἠσθένησεν ἀποθανοῦσα, ἀλλ' ἀνέστη μὴ δυναμένου τοῦ ἐν αὐτῇ λόγου ὑπὸ δεσμὰ θανάτου κρατεῖσθαι. 191 Mt 16, 18 Ὥσπερ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως καὶ οἱ καθελεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν σπουδάσαντες διὰ τὸν διωγμὸν αὐτὴν εἰς μεῖζον δόξης προήγαγον καὶ δυνάμεως. εἰ δὲ τῆς ἐκκλησίας, φησίν, οὐ κατισχύουσιν-εἶτα καὶ ἑτέραν λέγει τιμήν. 192 Mt 16, 18-19 Ἄθρει, ὅπως κύριον ἑαυτὸν ἀποφαίνει συλλήβδην οὐρανοῦ καὶ γῆς· ὑπισχνεῖται γὰρ τὰ ὑπὲρ τὴν φύσιν τὴν καθ' ἡμᾶς, μᾶλλον δὲ καὶ τάξεως τῆς ἀγγελικῆς καὶ ὅσα μόνῃ πρέπει χαρίζεσθαι τῇ ἀνωτάτω πασῶν φύσει τε καὶ δόξῃ· πρῶτον μὲν γάρ φησιν ἑαυτοῦ εἶναι τὴν ἐκκλησίαν καίτοι τῶν ἱερῶν γραμμάτων θεῷ μᾶλλον καὶ οὐδενὶ τῶν ἄλλων ἀφιερούντων "μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα", ἣν δὴ καὶ θεμελιοῦν ἐπαγγέλλεται τὸ ἀκατάσειστον αὐτῇ προσνέμων ὡς αὐτὸς ὑπάρχων τῶν δυνάμεων κύριος καὶ ταύτης ποιμένα τὸν Πέτρον ἐφίστησιν. εἶτα ἔφη· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. ταύτην δὲ τὴν φωνὴν οὐκ ἄγγελος, οὐκ ἄλλη τις λογικὴ δύναμις φθέγξασθαι δύναται, πρέπει δὲ μᾶλλον τῷ πάντων κρατοῦντι θεῷ καὶ ἐξουσίαν ἔχοντι γῆς τε καὶ οὐρανοῦ. 193 Mt 16, 19 Ὁ τοῦ δώρου καιρὸς εἰς τὸν ἀναστάσεως ὁρῶν καθ' ὃν εἶπεν· "λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται". ἡ δὲ δωρεὰ τῆς πίστεως ἡ δοθεῖσα ἅπασιν ἁρμό ζει· διὸ κοινὴν πάντων νοοῦμεν τῶν ἀποστόλων τὴν πίστιν καὶ οὐ μόνου τοῦ Πέτρου. 194 Mt 16, 20 -21 Ὅτι Ἰησοῦς Χριστός ἐστιν, δείκνυται διὰ τούτου· φησὶν γὰρ τὰ τῆς οἰκονομίας μέλλειν ἃ ἔδει κηρύττεσθαι τελείως μετὰ τούτου εἶναι *** ἵνα Χριστὸν ἐσταυρωμένον ὑπὸ τῶν μαρτυρεῖν δυναμέ νων *** ἐπεὶ δὲ οὐκ ἐδέχετο "προφήτην <ἀπολέσθαι> ἔξω Ἰερουσαλὴμ" ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ "ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν", διὰ τοῦτο εἰς Ἱεροσόλυμα ἄπεισιν. 195 Mt 16, 24-28 Ἐπεὶ οὔπω τὴν "ἐξ ὕψους δύναμιν" ἐσχηκότας τοὺς μαθητὰς εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις