βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μενον καὶ κατὰ τὴν ἑαυτῶν γλῶσσαν ὡς ἀνακεί μενον ἔφασκον τῇ γονίμῳ δυνάμει, οὗτινος τράγου καὶ ἱερὸν ὑπῆρχεν ἐν ᾧ ἦν τραγοσκελὴς ὄρθιον τὸ 110.109 αἰδοῖον ἔχων. Ἔτι μὴν καὶ τοὺς κροκοδείλους, καὶ τοὺς ὄφεις, καὶ τοὺς αἰλούρους, καὶ τοὺς ἰχθύας τι μῶντες, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς περι ποιοῦνται. ̣21 ̣ Ἤδη δέ τινες εἰς τοσαύτην ἀσθέ νειαν καὶ παραφροσύνην ἐξήχθησαν, ὡς καὶ ἀνθρώ πους τοῖς παρ' αὐτῶν ψευδοθέοις κατασφάττειν καὶ εἰς θυσίαν προσάγειν. ̣22 ̣ Ὅθεν προασφαλιζόμενος ἄνωθεν ὁ θεῖος λόγος τὸν ἐκ τοιαύτης· πλάνης ἀπαλλαγέντα λαὸν ἔφασκεν· "Οὐ ποιήσῃς σεαυτῷ εἴδωλον οὐδὲ πᾶν ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ οὐ προσκυνήσῃς αὐ τοῖς, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς." Ὡς οὖν διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος, εἰκότως 47 εἶπεν· "Οὐ ποιήσῃς σεαυτῷ εἴδωλον οὐδὲ ὁμοίωμα·" τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. Ἐπειδὴ τοίνυν Ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφὰς, Σφίγγας, καὶ Τρίτωνας, καὶ Κενταύρους, καὶ Αἰγύπτιοι Κυνοπρόσωπον καὶ Βουκέφαλον, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώ των μιμήματα, ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου, σελήνης, ἄστρων, ἀν θρώπων, θηρίων, ἑρπετῶν καὶ τῶν τοιούτοις παρα πλησίων· τούτοις δὲ κελεύων μὴ προσκυνεῖν μηδὲ λατρεύειν, οὐχ ἁπλῶς ἀπαγορεύει ̣2 ̣ ἀμφότερα· ἀλλ' ἐπειδὴ σημαίνει τινὰς προσκυνῆσαι μὲν ἀμφό τερα διὰ φόβον ἀνθρώπινον, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχὴν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβὲς καὶ θεο στυγὲς καὶ λίαν ἀπόβλητον.
Εʹ. Περὶ τῶν τεσσάρων στοιχείων. ∆ιὰ δὴ τοῦτο πάλιν, ἵνα μή τινες ὡς οὗτοι, τῷ κάλλει τῶν κτισμάτων ἀποβλέψαντες, οὐχ ὡς ἔργον Θεοῦ, ἀλλ' ὡς θεοὺς τιμήσωσιν, εἰσάγει προσφό ρως ἡ Γραφὴ λέγουσα· "Καὶ μὴ ἀναβλέψῃς τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, (καὶ) πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσιν," ἀπένειμε δὲ οὐχὶ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς ταῦτα, ἀλλ' ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν πάντων δημιουργὸν καὶ Κύριον· ἐκ γὰρ μεγέθους καὶ καλλο νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, καὶ "τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται", καὶ "οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ στερέωμα," καθὰ γέγραπται. ̣2 ̣ Ὁ μὲν οὖν κτίστης Θεὸς τέλειός ἐστι καὶ προ τέλειος, ἀνενδεὴς κατὰ πάντα τρόπον· τὰ δὲ κτί σματα λαβών τις, οἷον ἥλιον καθ' ἑαυτὸν μόνον καὶ σελήνην, γῆν τε αὖ καὶ ἄστρα καὶ τὴν θερμὴν καὶ 110.112 τὴν ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν, διαιρῶν ἀπὸ τῆς πρὸς 48 ἀλλήλας συναφείας, καὶ ἕκαστον ἐκλάβοι καθ' ἑαυτὸν καὶ ἰδίᾳ θεωρήσειεν, εὑ ρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ τῆς ἀλλήλων χρείας ἐπιδεόμενα καὶ ταῖς παρ' ἀλλή λων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ περιστρέφεται καὶ ἐμπεριέχεται, καὶ σκότος ἄνευ τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γενομένην αὐτοῖς φωταυγίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν ἐπὶ τῆς γῆς καταβαίνουσιν· ἀλλ' οὐδὲν ἔφυ χωρὶς τοῦ ἀέρος, καὶ ὁ ἀὴρ οὐχ ὑφ' ἑαυτοῦ, ἀλλ' ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ ἡλίου καταλαμπόμενος λαμπρύνεται. Καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐχ ὑφ' ἑαυτῆς ἐρήρεισται· ἀλλ' ἐπὶ μὲν τῆς τῶν ὑδάτων οὐσίας συνέστηκεν, ἐμπε ριέχεται δὲ καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ παντὸς συν δεθεῖσα, ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων σύμ πασαν τὴν γῆν μέγας Ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅπου δ' ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήξῃ βία. Καὶ αὖ πάλιν οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος, ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι' αὐτοῦ πανταχοῦ πνέουσιν. ̣3 ̣ Περὶ