πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν. ∆ιόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς ἐντυγχάνοντι ὡς θείοις γράμμασι ταῖς θείαις βίβλοις, ὧν ὁ χαρακτὴρ τῆς νοήσεως τοιοῦτος ἡμῖν φαίνεται· 4.3.6 Ἔθνος τι ἐπὶ γῆς ἀπαγγέλλουσιν οἱ λόγοι ἐξειλέχθαι τὸν θεόν, ὃ καλοῦσιν ὀνόμασι πλείοσι. καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ, λέγεται δὲ καὶ Ἰακώβ. ὅτε δὲ διῄρητο κατὰ τοὺς χρόνους Ἱεροβοὰμ υἱοῦ Νάβατ, αἱ μὲν ὑπὸ τούτῳ λεγόμεναι φυλαὶ δέκα ὠνομάσθησαν Ἰσραήλ, αἱ δὲ λοιπαὶ δύο καὶ ἡ Λευιτική, ὑπὸ τῶν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βασιλευόμεναι, Ἰούδας. ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις Ἱερουσαλήμ, μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ. τούτων οὕτως ἐχόντων, ὑψῶν τὸ διανοητικὸν ἡμῶν ὁ ἀπόστολός φησί που· «βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα», ὡς ὄντος τινὸς Ἰσραὴλ κατὰ πνεῦμα. καὶ ἀλλαχοῦ λέγει· «οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ», «οὐδὲ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ». ἀλλ' οὐδὲ «ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι». εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικῶν ἐστι γένος, οὕτω τῶν «ἐν κρυπτῷ Ἰουδαίων» ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης. ἀλλὰ καὶ πολλαὶ προφητεῖαι περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα προφητεύουσι, διηγούμεναι τὰ ἐσόμενα αὐτοῖς. καὶ οὐ δήπου αἱ τοσαῦται τούτοις γεγραμμέναι ἐπαγγελίαι, ὅσον ἐπὶ τῇ λέξει ταπειναὶ τυγχάνουσαι καὶ οὐδὲν ἀνάστημα παριστᾶσαι καὶ ἀξίωμα ἐπαγγελίας θεοῦ, οὐχὶ ἀναγωγῆς μυστικῆς δέονται. εἰ δὲ αἱ ἐπαγγελίαι νοηταί εἰσι δι' αἰσθητῶν ἀπαγγελλόμεναι, καὶ οἷς αἱ ἐπαγγελίαι, οὐ σωματικοί. 4.3.7 Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν τῷ λόγῳ τῷ περὶ τοῦ «ἐν κρυπτῷ Ἰουδαίου» καὶ τῷ περὶ «τοῦ ἔσω ἀνθρώπου» Ἰσραηλίτου, καὶ τούτων αὐτάρκων ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δημάρχων, καὶ ἔτι ἐκείνους τῶν ἑξῆς Ἰσραηλιτῶν. ἆρ' οὖν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν ἀναγωγὴν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ δὲ πατριάρχαι πρὸς τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοί, οὐχὶ ἐκ δήμων εἰσί, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαάκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραάμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν Χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδὰμ πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστόν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκπτώματα τῆς ἐκκλησίας τυγχάνειν, πάντων ἀπὸ τῆς ἐκκλη- σίας προηγουμένῳ λόγῳ γεγενημένων. 4.3.8 Εἰ δὲ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», οὐκ ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχείας τῆς διανοίας ἐπώνυμοι («ἐβίων» γὰρ ὁ πτωχὸς παρ' Ἑβραίοις ὀνομάζεται), ὥστε ὑπολαβεῖν ἐπὶ τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. «οὐ» γὰρ «τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ». πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ τοιαῦτά τινα διδάσκει, ὅτι «ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ