22
ἄνθρωπος, καὶ προσεκύνησεν ἀνήρ. Εἰ τὸ τιμιώτατον μετ' ἀγγέλους ἐν λογικοῖς, εἰκόνι τε τιμηθὲν Θεοῦ ὑπέπεσεν εἰδώλῳ καθάπερ σώζειν ἰσχύοντι εἰς γῆν κεκυφὼς, καὶ μηδὲ ἄξιος ἀνανεύειν εἰς οὐρανοὺς, διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν. ∆ιὸ καὶ ἐταπεινώθη φησὶν, ὡς ἐξ ὕψους τοσούτου πεσὼν ὁ Χριστὸν ἔχων κεφαλὴν, καὶ τὸ μέγιστον τῆς αἰσχύνης, ὅτι καὶ ἀνήρ· διὸ καὶ, ὅτε μετὰ τοσαύτας παρανομίας εἰς εἰδωλολατρείαν κατήντησαν, ἐπήνεγκεν· οὐ μὴ ἀνήσω αὐτοῖς, ὡς ἑαυτούς τε καταισχύνασι, καὶ τοῦ Θεοῦ τὴν ἀξίαν προσενέγκουσιν εἰδώλοις, καὶ τὸ μὴ ἀνεῖναι δὲ θείας εὐεργεσίας. Ἡ γὰρ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμή. Θεοῦ δὲ μνήμην ἡ θλῖψις ἐργάζεται. Ἰστέον μέντοι ὡς οἱ λοιποὶ ἑρμηνευταὶ, ἀντὶ τοῦ (ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ) πρὸς τὸν Θεὸν τὸν λόγον ἀπέστρεψαν. Ἀκύλας μὲν, εἰάσας εἰπών· ὁ δὲ Σύμμαχος, ἀπέῤῥιψας. Ὁ δὲ Θεοδοτίων, ἀνῆκας. Οἳ καὶ ἐμφαίνουσιν ἀλλοφύλους τινὰς κατὰ τοὺς προφητευομένους χρόνους μέλλειν οἰκῆσαι τὴν Ἰουδαίαν, δηλαδὴ τοὺς Ῥωμαίους πλούτῳ χαίροντας κληδονισμῷ τε, καὶ ἵπποις, καὶ τῇ τῶν εἰδωλολατρείᾳ, ἃ χερσὶν ἰδίαις κατασκευάσονται. Ταῦτα δὲ τοῖς Ἰουδαίοις τὸν Σωτῆρα μὴ δεξαμένοις ἀπήντηκεν ἀπειθήσασι τῷ λέοντι προφήτῃ· ∆εῦτε καὶ πορευθῶμεν τῷ 1884 φωτὶ Κυρίου, ἐπὶ δὲ τοῖς ἐκ τῶν ἀλλοφύλων γινομένοις ὁ προφήτης ἀγανακτῶν, πρὸς Κύριον ἔλεγεν ἀνῆκας τὸν λαόν σου τὸν Ἰακώβ. Καὶ τεκμήριον τῆς ἀνέσεως ἐξέθετο, τὰ παρὰ τῶν ἀλλοφύλων γινόμενα. Καὶ μετὰ ταῦτά φησι· Καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ, οὐ μὴ ἀνήσω αὐτοὺς, ὁ μὲν Ἀκύλας, οὐ μὴ ἀνῇς αὐτοῖς ἑρμήνευσεν. Ὁ δὲ Σύμμαχος, καὶ μὴ ἀφῇς αὐτοῖς. Ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι (πῶς γὰρ ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ;) ἀλλὰ τῶν ἐπῳκηκότων τὴν Ἰουδαίαν ἐθνῶν. Τοιγαροῦν ἐν τοῖς προκειμένοις, οὔτε τοῦ ἔθνους, οὔτε τοῦ λαοῦ ἐμνημόνευσεν· ἀλλὰ τῆς χώρας, καὶ γῆς, ὡς μελλούσης ξένων οἰκητόρων πληροῦσθαι. Τοῦτο δὲ μετὰ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο. Πρότερον δὲ οὐ φαίνονται ἀλλόφυλοι τὴν Ἰουδαίαν οἰκήσαντες. Πρὶν μὲν γὰρ ἀπαχθῶσιν εἰς Βαβυλῶνα οἱ ἀπὸ τοῦ ∆αβὶδ ἐβασίλευον· κατὰ δὲ τὴν αἰχμαλωσίαν ἔρημος ἦν παντελῶς· μεθ' ὃ πάλιν Ἰουδαῖοι ταύτην κατῴκησαν μέχρι τῆς Ῥωμαίων πολιορκίας. Μεθ' ἣν ἄβατος αὐτοῖς ἡ πόλις ἐγένετο. Μέτοικοι γὰρ ὑπὸ Ῥωμαίων ἀχθέντες τῶν τόπων ἐκράτησαν. Τὰ δὲ μέλλοντα. ι.καʹ. 9Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν9, κ.τ.λ ................. ................. τέλος αὐτὰς ἀποῤῥίψουσι φόβῳ τοῦ θραύοντος Κυρίου τὴν γῆν· ἃ δὴ καὶ ἐπὶ τῆς πρώτης παρουσίας ἐκ μέρους γεγένηται. ἐληλεγμένων τῶν πάλαι νομιζομένων θεῶν. Ἑαυτοῖς γὰρ ἐπικουρεῖν οὐ δεδύνηνται. ∆ιὸ τεταπείνωνται μὲν οἱ τούτων προσκυνηταί· ὁ δὲ τῶν ὅλων ὕψωται Κύριος. Καὶ δεδιότες τὴν τῆς πολυτελοῦς ὕλης τῶν ζοάνων ἀφαίρεσιν, ταῦτα κατὰ τὴν προφητείαν ἀπέκρυπτον ἐν ἀφεγγέσι χωρίοις, τοὺς βασιλικοὺς ἄνδρας λανθάνειν πειρώμενοι. Τὸ δὲ μὴ κείμενον παρὰ τοῖς ἑβδομήκοντα, παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, δοκεῖ μὲν ἀνακολούθως τοῖς πρόσθεν ἐπάγεσθαι. Πλὴν ἐπειδὴ πολλὰ περὶ τῶν ὑπερηφάνων καὶ μετεώρων προλέλεκται, παραινεῖ νῦν ὁ λόγος μὴ προσέχειν ἐκείνοις, μηδ' εἰς θνητὸν ἐλπίζειν τινὰ, καὶ τὴν πᾶσαν ἐν τοῖς μυκτῆρσι κεκτημένον ζωήν. Ἴσως δὲ καὶ ταῖς ἀοράτοις 1885 προστάσσει δυνάμεσιν, ἃς νυκτερίδας ὠνόμασε τροπικῶς, ἀπέχεσθαι λοιπὸν τῆς ἀνθρώπων ἐπιβουλῆς ἀσθενῶν μὲν ὄντων κατὰ τὴν σάρκα, τιμίων δὲ, καὶ μηδὲν ἀζήτητον ἐχόντων παρὰ Θεοῦ. Τὴν δὲ προκειμένην ῥῆσιν ἄλλως ἄνωθέν τινες ἐκλαμβάνουσι λέγοντες, ἄλλη παράκλησις αὐτὴ πρὸς τὸν οἶκον Ἰακὼβ, ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ ἡ, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ ὡς ἡ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· οὕτω καὶ τὸ, εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Τίς δὲ τολμήσει συκοφαντεῖν τὴν Γραφὴν, ὡς συμβουλεύουσαν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου