ἐπεσφραγίζετο, ἐν γέλωτι ὁ μετὰ ἀφρόνων ὁ ἄφρων τὴν φωνὴν αὐτοῦ ἀνυψῶν, ἐπιγελῶν τοῦ ἀοιδίμου Ἰγνατίου ὡς μὴ ὄντος τοῖς πράγμασι συγκαταβατικοῦ καὶ οἷον, ὡς αὐτὸς ἐνόμιζε, παντὶ ἀνέμῳ εὐριπίστως φερομένου. ἀλλὰ καὶ ἅμιλλαν μετὰ τοῦ ἀθλίου βασιλέως Μιχαὴλ ὑπὲρ τοῦ τίς ἂν πλέον πίῃ ἐνστησάμενος δέκα κώθωσιν αὐτὸν ὑπερέβαλλεν· τοῦ Μιχαὴλ γὰρ ἐν τοῖς νʹ πεπληρωμένου, οὗτος ὁ Φώτιος τοὺς ξʹ ἐκπεπωκὼς ἐνεκαυχᾶτο ὡς μὴ μεμεθυκώς. 20. Καί ποτε τὴν ἑαυτοῦ μητέρα ὁ Μιχαὴλ ἐν τοῖς ἀνακτόροις διαιτουμένην, τοῦ Γρύλλου δὲ σὺν αὐτῷ τὰ ἄθεσμα πράττοντος, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον μετακαλεῖται εὐλογηθησομένην παρ' αὐτοῦ. ὡς οὖν ἐκείνη ἐξῄει μετ' εὐλαβείας καὶ αἰδοῦς, ῥίπτει ἑαυτὴν εἰς τοὔδαφος ἐξαιτουμένη εὐχήν· καὶ γὰρ ἐλάνθανεν τέως τὴν γενειάδα κρύπτων. καὶ ἐκ 664 προχείρου ψόφον ἀναθορὼν ἐπαφεὶς καὶ λόγους ἀπρεπεῖς προστεθεικὼς καὶ τὸ "ἡμεῖς ὅπερ ἔχομεν, κυρά, παρέχομέν σοι," τὰ πάντα δυσωδίας ἐπλήρου. ἡ δὲ τὸ μέλλον ἀποφοιβάσασα, τῆς τοῦ θεοῦ προνοίας καὶ χειρὸς ἔξω γενέσθαι ὁδοῦ. 21. Ἔτι τῆς Θεοδώρας τὴν βασιλείαν κατεχούσης, Βόγαρις ὁ ἄρχων Βουλγαρίας, γυναῖκα τῆς τῶν Ῥωμαίων βασιλείας ἀκούσας κρατεῖν, δηλοῖ αὐτῇ καταλύειν τὰς συνθήκας καὶ πρὸς Ῥωμαίους ἐκστρατεύειν. ἀντιδηλοῦται οὖν αὐτῷ ὅτι καὶ ἐμὲ κατὰ σοῦ εὑρήσεις ἀντιστρατεύουσαν, καὶ ἐλπίζομεν κυριεῦσαί σου. εἰ δὲ μή, καὶ οὕτως σοῦ περιέσομαι, τὴν νίκην ἀρίδηλον ἔχουσα· γυναῖκα γάρ, ἀλλ' οὐκ ἄνδρα ἔχεις τὸν ἡττηθέντα σοι." διὰ τοῦτο μὲν οὖν καὶ ἐφ' ἡσυχίας ἔμεινε καὶ τὰς τῆς ἀγάπης ἀνενέωσεν σπονδάς. (22) ζήτησιν οὖν αὐτὴ ποιεῖται περὶ τοῦ μοναχοῦ Θεοδώρου τοῦ Κουφαρᾶ, πρὸ πολλοῦ αἰχμαλωτισθέντος. καὶ οὗτος δὲ ἀφορμὴν ἐκ τούτου λαβὼν περὶ τῆς οἰκείας ἀδελφῆς αἰχμαλωτισθείσης καὶ ἐν τῇ τοῦ βασιλέως αὐλῇ κατεχομένης δηλοῖ· ἥτις καὶ γράμματα μαθοῦσα καὶ τὴν τῶν Χριστιανῶν τάξιν καὶ τὴν περὶ τὸ θεῖον αἰδῶ καὶ δόξαν, ἐπεὶ τῆς ἐπανόδου τῆς πρὸς τὸν ἀδελφὸν τετύχηκεν, οὐ διέλιπεν ἐκθειάζουσα καὶ παρακαλοῦσα μεταθέσθαι πρὸς τὴν ἀληθῆ πίστιν, εἰ καὶ αὐτὸς τῇ ἀπιστίᾳ κατισχημένος πρὸς τὴν ἀλήθειαν ἰδεῖν τέως οὐκ ἠθέλησεν. λιμοῦ 665 δὲ τὴν χώραν ἐπινεμομένου ἠναγκάσθη τὰ Ῥωμαίων ὅρια ὑπερβαίνειν. 23. Τῷ γʹ αὐτοῦ ἔτει προβάλλεται Μιχαὴλ ὁ βασιλεὺς Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστικον τῶν σχολῶν· τὸν δὲ ἕτερον υἱὸν αὐτοῦ, δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλεται μονοστράτηγον τῶν δυτικῶν. συντόμως δὲ αὐτοῦ τελευτήσαντος, τῇ δʹ τῶν διακαινισίμων, προβάλλεται Μιχαὴλ Βάρδαν τὸν αὐτοῦ [θεῖον] Καίσαρα. 24. Τούτῳ τῷ ἔτει ἐξῆλθεν Ἄμερ μέχρις Σινώπης, καὶ ληϊσάμενος πάντα τὰ Ῥωμαίων ὑπέστρεψεν ἀβλαβής. 25. Τῷ δʹ αὐτοῦ ἔτει ἐκστρατεύει Μιχαὴλ ἅμα Καίσαρι διά τε γῆς καὶ θαλάσσης κατὰ Γόβορι ἄρχοντι Βουλγάρων. τοῦτο μαθόντες οἱ Βούλγαροι, ἅμα δὲ καὶ λιμῷ τηκόμενοι, ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ τὴν νίκην κατέγνωσαν, Χριστιανοί τε γενέσθαι καὶ ὑποτάσσεσθαι τῷ βασιλεῖ Ῥωμαίων ᾐτήσαντο. ὁ δὲ βασιλεὺς τούτους ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν πάντας καὶ τὸν ἄρχοντα αὐτῶν Μιχαὴλ ἐπωνόμασεν. ὃς εἰς τὸ ἴδιον ὑποστρέψας διὰ ζωγράφου Μεθοδίου λεγομένου τὴν κρίσιν καὶ ἀνταπόδοσιν ἐν τῷ οἴκῳ αὐτοῦ γραφῆναι πεποίηκεν· διὸ καὶ μᾶλλον τὴν ἐκ παντὸς τοῦ γένους αὐτοῦ καθυφίσταται ἐπανάστασιν, οὓς μετά τινων ὀλίγων καταπολεμήσας, τὸν τοῦ θείου σταυροῦ τύπον ἐγκόλπιον περιάγων, πάντας ἀνα 666 φανδὸν ἐποίησε Χριστιανούς. δηλοῖ καὶ τῷ βασιλεῖ περὶ γῆς διὰ τὸ στενοῦσθαι ἐν τοῖς ἰδίοις τὸ πλῆθος τὸ ἑαυτοῦ, πρὸς τῷ καὶ ἐν τῇ πίστει ὁμονοεῖν ἀϊδίως καὶ τὴν ἀγάπην ἄλυτον εἰς αἰῶνας φυλάττειν. ὁ δὲ εὐμενῶς ἤκουσε, καὶ δέδωκεν ἐρήμην οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς Σιδηρᾶς, ταύτης δὴ τότε ὅριον τυγχανούσης Ῥωμαίων τε καὶ αὐτῶν, ἄχρι τῆς ∆εβελτόν, ἥτις οὕτω καλεῖται Ζαγόρια παρ' αὐτοῖς. 26. Τῷ εʹ αὐτοῦ ἔτει τοῦ Ἄμερ πάλιν ἐπὶ Ῥωμανίαν ἐξελθόντος συναντῶσι Πετρωνᾶς καὶ Νάσαρ οἱ στρατηγοὶ εἰς τὸν Λαλακαῶνα. καὶ συμβολῆς γενομένης τρέπεται ὁ Ἄμερ,