περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦ τον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσιν τὸ ἰσοτιμοῦν γέρας; διὰ τοῦτο, ἵνα τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογι σμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐ κλείας ἐπιθυμίαν ἐντεκών, φησίν· εἰσίν τινες τῶν ὧδε ἑστηκότων καὶ τὰ ἑξῆς, Πέτρον αἰνιττόμενος καὶ τοὺς υἱοὺς Ζεβεδαίου· οὗτοι γὰρ ἐν τῇ μεταμορφώσει συμπαρελήφθησαν, ἣν καλεῖ βασιλείαν ὡς ἐκ φήνασαν τῆς ἐξουσίας τὸ ἄφατον καὶ τῆς πρὸς τὸν πατέρα γνησιότητος τὸ ἀπαράλλακτον· ἐν αὐτῇ δὲ καὶ τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα καὶ τὸ φρικτὸν ὑπεδήλωσε προοίμιον ταύτην ἐκείνης καὶ οἷον βεβαίωσιν ἐνδειξάμενος. ἥξει γὰρ ἐν δόξῃ τοῦ θεοῦ καὶ πατρός, οὐκ ἐν σμικρο πρεπείᾳ τῇ καθ' ἡμᾶς. 196 Mt 16, 27-28 ∆όξαν φησὶ τὸν μετασχη ματισμὸν καὶ μεταλλαγμὸν τῆς ἡμε τέρας φύσεως παρὰ τὸ νῦν ὁρώ μενον σχῆμα εἰς εὐκλεᾶ καὶ ἀσύγ κριτον δόξαν· ὧν δὲ καὶ δόξα μία, πολλῷ μᾶλλον καὶ οὐσία. ∆όξαν δὲ ἄλλως τὸν μετα σχηματισμὸν καὶ μεταπλασμὸν τῆς ἡμετέρας φύσεως τὸν εὐκλεᾶ καὶ ἀσύγκριτον ἔχοντα τὴν δόξαν παρὰ τὸ νῦν ὁρώμενον σχῆμα. 197 Mt 17, 1 Εἰς τὸ ὄρος ἄνεισι δεικνύς, ὅτι ὁ χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ' ὁ κατ' ἰδίαν γεγονὼς καὶ ἔξω φροντίδων βιωτικῶν ἐν ἡσυχίᾳ. 198 Mt 17, 2 Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρών νυντο. 199 Mt 17, 3-7 ∆ι' ὧν συλλαλοῦσι δείκνυται, ὅτι τὰ αὐτὰ τῷ Χριστῷ καὶ οἱ πάλαι προφῆται ἐφθέγξαντο, εἰ καὶ δι' αἰνιγμάτων. ὑπὸ δὲ τῆς ἄκρας δειλίας πίπτουσιν οἱ μαθηταὶ καὶ ἀνίστησιν αὐτοὺς ὁ σωτὴρ δεικνύς, ὅτι εἰ μὴ ἐσαρκώθη καὶ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις καὶ ἰσχυροποίησεν τὴν αὐτοῦ φύσιν, οὐκ ἂν ἔφερε φωνὴν θεοῦ ἀκοῦσαι. 200 Mt 17, 4 Οὐκ ᾔδει τί ἐλάλει· πρὸ γὰρ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ σωτῆρος καὶ τῆς καταλύσεως τοῦ θανάτου καὶ τῆς φθορᾶς τῶν σωμάτων ἡμῶν ἀδύνατον ἦν τὸν Πέτρον συνεῖναι Χριστῷ καὶ τῶν σκηνῶν ἐφίεσθαι τῶν ἐν οὐρανῷ· ταῦτα γὰρ δεῖ γενέσθαι μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν καὶ εἰς οὐρανὸν ἀνάβασιν. 1 Mt 17, 5 Αὐτοῦ προστέταχεν ἀκούειν, ἐπειδήπερ οὐ νομικοῖς ἔτι πείθε σθαι γράμμασιν ἡμᾶς θελητὸν τῷ θεῷ καὶ πατρί, ἀλλ' οὐδὲ ταῖς ἐν τύπῳ σκιαγραφίαις, ἕπεσθαι δὲ μᾶλλον τοῖς διὰ τοῦ σωτῆρος ἡμῖν ἐντεταλ μένοις οὐκ ἐξωθουμένων Μωσέως τε καὶ τῶν προφητῶν· συμπαρειστή κεσαν γὰρ καὶ συνελάλουν αὐτῷ, ἵν' ἡ μὲν παράστασις τὴν οἰκετικὴν ἡμῖν σημαίνῃ λειτουργίαν, τὸ δέ γε συλλαλεῖν τὴν εἰς Χριστὸν οἰκειότητα καὶ οἱονεὶ τὴν ταὐτολογίαν. 2 Mt 17, 6 Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον· εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσ βάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα· "φῶς" γὰρ "οἰκεῖν" αὐτὸν "ἀπρόσιτον" καὶ ὁ μα κάριος ἔφησε Παῦλος· καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν. 3 Mt 17, 11-12 ∆είκνυσιν ὁ Χριστὸς τοὺς Ἰουδαίους λίαν ἀγνοοῦντας τὰς γραφάς, ἐξ ὧν τὸν Ἰωάννην οὐκ ἔγνωσαν, τοῦτ' ἔστιν τὸν πρῶτον Ἠλίαν τὸν "τὴν ὁδὸν ἑτοιμάσαντα τοῦ κυρίου", ὃν ἀγνοοῦντες καὶ ἀποκτείναντες τὸν τοῦ Χριστοῦ πρόδρομον καὶ αὐτὸν ἠγνόησαν τὸν κύριον καὶ ἀπέ κτειναν αὐτόν. 4 Mt 17, 14-18 Εἰ