γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον ἢ καὶ εἶναι ἐν τέλει λέξεως οὐ δύναται ἐν δι-φθόγγῳ ἐκφωνηθῆναι. (ἔγνωμεν γὰρ πολλάκις, ὅτι οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον ἐπιφέρε-ται, καὶ ὅτι οὐχ εὑρίσκεται ἐν τέλει λέξεως.) διὸ δεῖ μὲν ἐκφωνεῖν καὶ περιστίζειν τὸ ˉι, ἐν δὲ τῷ μέτρῳ ὡς ἀνεκφώνητον καὶ <μὴ> μετὰ διφθόγγου αὐτὸ παρα-λαμβάνειν. ἕχει οὖν τὴν πρώτην συζυγίαν τὸ προκεί-μενον τροχαϊκὴν ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμ-βικήν. τὸ γὰρ ˉκˉαˉτ μακρόν ἐστιν ἐκ συναλοιφῆς ἀπὸ τοῦ 20καὶ εἶτ' ἔρωτα κᾆτ' ἔρωτα20. τὴν δ' ἐσχάτην ὁμοίως τῷ προειρημένῳ ἔχει ἐξ ἰάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ ἔστιν εἰπεῖν καὶ ἐπὶ τοῦAlc. 5, 1 † Heph. 44, 6χαῖρε Κυλλάνας ὁ μέδεις, σὲ γάρ μοι καὶ θυμὸς ὑμνεῖν, τὸν κορυφαῖσιν ἁγναῖςAlc. 5, 2καὶ Μαῖα γέννα τῷ Κρονίδᾳ μίγεισαAlc. 5, 344, 1) 20ὥστ' εἶναι τὸν κανόνα τοιοῦτον20 φησί. τὸ ˉβ λάμβανε μακράν (τοῦτο γὰρ δηλοῖ τὸ β, ὅτι βʹ χρόνοι εἰσίν, οἵτινες ἀπεργάζονται τὴν μακράν), τὸ δὲ ˉα τὴν βραχεῖαν ἐξ ἑνὸς χρόνου οὖσαν. πρόδηλον οὖν τὸ λεγόμενον, ὅτι ἡ πρώτη συλλαβή ἐστι μακρά, ἡ δευτέρα βραχεῖα, ἡ τρίτη <μακρά>, ἡ τετάρτη καὶ 253 μακρὰ καὶ βραχεῖα· ἑπτάσημον γὰρ καὶ ἑξάσημόν φη-σιν εἶναι τὴν τροχαϊκὴν συζυγίαν. τὸ αὐτὸ καὶ ἐπὶ τῆς δευτέρας καὶ τρίτης συζυγίας καὶ πάντων δεῖ παραλαμβάνειν. (44, 4) 9Ἔστι δὲ καὶ παρ' Ἀλκαίῳ, καὶ ἄδηλον, ὁπο-τέρου ἐστὶν εὕρημα, καὶ εἰ Σαπφικὸν καλεῖται· οἷον χαῖρε Κυλλάνας.9 ἄδηλον, φησί, τίνος ἐστὶν εὕρημα, καὶ ἄδηλον εἴτε Σαπφικὸν καλεῖται εἴτε Ἀλκαϊκόν. ταὐτὸ δέ ἐστι τῷ προειρημένῳ, ἀλλ' ἔχει τι ξένον, ὅτι μετὰ τὰ τρία μέτρα (οἱονεὶ στίχους τῆς στροφῆς· ταύτην γὰρ καλεῖ στροφήν, τὴν ἐκ τῶν τοιούτων μέτρων συγκειμένην) ἔχει τέταρτον ἐπιφερόμενον πεντασύλλαβον χοριαμβι-κὸν πενθημιμερές, ὃ ἔχει χορίαμβον καὶ συλλαβήν. πενθημιμερὲς δέ, ὅτι δύο ἔχει πόδας ἁπλοῦς καὶ συλ- λαβήν (λέγω δὴ τροχαῖον καὶ ἴαμβον) παμβασιλῆι καὶ πότνια θυμόν. (44, 9) 20συνεμπίπτον δὲ δακτυλικῷ20 φησί. δεῖ προσθεῖναι· διμέτρῳ καταληκτικῷ εἰς δισύλλαβον. ἔχει γὰρ δάκτυλον καὶ δύο συλλαβὰς δακτύλου, ὡς εἴρηται· παμβασιλῆι, πότνια θυμόν. (44, 13) 9Ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πιν- δαρικὸν ἑνδεκασύλλαβον, ὅ τι τὴν μὲν πρώτην ἀντι 254 σπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ.9 καὶ τοῦτο πάνυ ἐστὶ σαφές. ἔχει γὰρ τὸν πρῶτον πόδα, ἤγουν τὴν συζυγίαν, ἐξ ἀντισπαστικοῦ συγκείμενον, (τουτέστιν τὸ ἐναντίον τοῦ χοριάμβου, ἰαμβοτρόχαιον, ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας συγκείμε-νον,) τοὺς δὲ ἑξῆς ὁμοίως τῷ προειρημένῳ Σαπφικῷ. καὶ παραφέρει παραδείγματα οἷον (44, 17) ὁ μουσαγέτας με καλεῖ χορεῦσαι καὶ πάλιν ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ. τὰ δὲ λοιπὰ πάντα σαφῆ εἰσι καὶ σχεδὸν ἐξηγήσεως μὴ δεόμενα.