βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
γὰρ τῶν δʹ στοιχείων, ἐξ ὧν καὶ συνέστη κεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυ χρὰν, ξηράν τε καὶ ὑγράν οὐσίαν, τίς ἂν ̣2 ̣ οὐκ οἶδεν, ὡς ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται, διαι ρούμενα δὲ καθ' ἑαυτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά; Τὸ γὰρ θερμὸν ὑπὸ τοῦ ψυχροῦ ἀναιρεῖται, καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ ἀφανί ζεται, καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ ξηραίνεται· Πῶς οὖν ταῦτ' ἂν εἶεν θεοὶ, δεόμενα τῆς παρ' ἑτέρων ἐπικουρίας καὶ ἀλλήλοις μαχόμενα, καὶ θεοὺς ἀνα γορεύειν ἄξιον; Πῶς δὲ πάλιν οἱ τὴν κτίσιν θεοποι οῦντες οὐχ ὁρῶσιν ἥλιον μὲν ὑπὸ τὴν γῆν γινόμενον, καὶ τὸ φῶς αὐτοῦ μὴ ὁρᾶσθαι ὑπ' αὐτοῦ συγχωρού μενον; σελήνην δὲ ἥλιος κρύπτει μεθ' ἡμέραν τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς 49 καρποὺς χάλαζα πολλάκις βλάπτει, τὸ δὲ πῦρ, πλημμυροῦντος ὕδατος, σβέννυται; εἴπερ ἦσαν θεοὶ, ἔδει τούτους μηδ' ὑπ' ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν. Ὅθεν εἰκότως οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε μὴν ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὔτε τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλ λαις ὕλαις ἀγάλματα, οὐδ' οἱ παρὰ ποιηταῖς μυθο λογούμενοι Ζεὺς καὶ Ἀπόλλων, καὶ οἱ λοιποὶ εἶεν ἀληθῶς θεοὶ, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς εἰσι, τὰ δὲ ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασιν ἢ ὑπάρχουσιν. 110.113 ̣4 ̣ Εἰ τοίνυν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ἀποδέδεικται, ἀνάγκη πᾶσα, τούτων ἀναιρουμένων, παρ' ἡμῖν εἶναι λοιπὸν τὴν θεοσέβειαν καὶ τὸν παρ' ἡμῖν προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι Θεὸν ἀληθινὸν καὶ πάσης κτίσεως δημιουργὸν, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ λατρευόμενον, ὃς καὶ κα θόλου τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀπάγων, καὶ πρὸς τὴν ἑαυτοῦ θείαν γνῶσιν ἐπανάγων. Αὖθίς φησι· "Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ," καὶ, "Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν·" καὶ, "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." ̣5 ̣ Οὕτως οὖν τῇ ἑαυτοῦ σοφίᾳ καὶ δυνάμει πάντα συνέχων καὶ τὰς ἀρχὰς διαφυλάττων πάσης αἰσθητῆς οὐσίας, ἅπερ εἰσὶ θερμὰ, καὶ ψυχρὰ, καὶ ξηρὰ, καὶ ὑγρὰ, εἰς ἓν συγκεραννύων σύμφωνα, ἀποτελοῦσιν ἁρμονίαν· καὶ οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ ἀντιτάσσεται, ἀλλ' ὡς φίλα καὶ ἀδελφὰ καθ' ἑαυτὰ ὄντα, τὰ ἐναντία συνελθόντα τε καὶ φαινόμενα ζωογονοῦσι καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται, καὶ οὕτως αὐτῷ πάντα πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. Καὶ ἡ μὲν θάλασσα πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὑπείκουσα τῷ θείῳ προστάγματι. ̣6̣ Τὴν δέ γε δημιουργίαν τοῦ κόσμου καὶ τὴν πᾶσαν κτίσιν πολ λοὶ διαφόρως ἐξειλήφασι, καὶ 50 ὡς ἕκαστος αὐτῶν ἠθέλησεν, οὕτω καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν, ἐξ ὧν εἰσιν οἱ Ἐπικούρειοι καὶ τὴν τῶν ὅλων πρόνοιαν πε̣3a ̣ρὶ αὐτῶν οὐκ εἶναι μυθολογοῦσιν· οἱ δὲ, ἐν οἷς ἐστι καὶ ὁ περιβόητος οὗτος Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ πάντα διηγοῦνται,
ς΄. Περὶ μαγείας καὶ γοητείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβάντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασιν. Πόλεις γὰρ κατὰ πόλεων ἐπολέμουν, ἔθνη κατὰ ἐθνῶν ἠγείροντο, καὶ διῄρητο πᾶσα ἡ οἰκουμένη εἰς μάχην, ἕκαστος φιλονεικοῦν τες ἐν τῷ παρανομεῖν καὶ πράττειν ἄθεσμα πρὸς λύπην Θεοῦ καὶ θεραπείαν τοῦ διαβόλου. Τοσοῦτον γὰρ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον καὶ θεοὺς αὐτοὺς ἀνηγόρευον καὶ θυσίας αὐτοῖς διὰ ἀλό γων ζώων καὶ ἀνθρώπων σφαγὰς προσήγαγον, ὡς εἴρηται. ̣2 ̣ ∆ιὸ καὶ μαγεῖαι παρ' αὐτοῖς ἐδιδά σκοντο, καὶ μαντεῖαι καὶ φαρμακεῖαι, καὶ μέντοι καὶ τὴν γένεσιν αὐτῶν