ἄτεχνος ἐγὼ τῶν σῶν συγγραφεὺς καὶ περὶ τὸν καιρὸν ἁμαρτάνων, καὶ μὴ τὴν φύσιν ἔχων ὁμοῦ ἐφ' ἑκάτερα βάλλουσαν. σὺ μὲν γὰρ ἅμα εἰρηνικός τις καὶ μάχιμος, δημοτικός τε καὶ μόναρχος, ἐγὼ δὲ θάτερον ἀποδιελόμενος, εἶτα πρὸς τὸ λοιπὸν ἐφίημι ὅλοις ἀπονεύσας ἱστίοις. ∆όρυ μὲν οὖν ἐνταῦθα καὶ σάρισσα ὑπὲρ καπνοῦ κρεμαννύσθωσαν, ὅ τε περὶ τὸν θώρακα θώραξ καὶ ἡ περὶ τὴν κνήμην περικνημίς· δικαιοσύνη δὲ καὶ νόμοι κρατείτωσαν, ἀλλὰ βαβαί, ὅσον τὸ εὐνομούμενον, μᾶλλον δὲ ὅπως τῆς τύχης αἱ ἀνισότητες ταῖς σαῖς εὐθύτησιν ὁμαλίζονται. ἴσας γὰρ ἐν εἰρήνῃ τὰς κεφαλὰς πάντων κατέστησας, μιᾶς μόνης ὑπερκειμένης τῆς σῆς, ἥτις ἔστιν οὗ καὶ συγκάτεισι τοῖς πολλοῖς καὶ τὴν ἰσηγορίαν ἀσπάζεται καὶ μορφαῖς ἀρρήτοις πρὸς τὸ ἀνθρωπικώτερον στρέφεται, ἵνα μὴ ἐκπλήξῃ τῷ θαύματι μηδὲ πετροποιήσῃ τὸν θεατὴν ὥσπερ ἡ τῆς Γοργοῦς, ἀλλ' ὁ πῦρ κατὰ τῶν ἐναντίων τοῖς σκέμμασι πνέων καὶ τοῖς βουλεύμασι καὶ γοργωπὸν σέλας τῶν ὀφθαλμῶν ἀποστίλβων καὶ τοῖς ἀνθισταμένοις Ἡράκλειον ἐμβόημα ἀπειλῶν, ἥμερόν τι τῷ προσιόντι προσμειδιᾷς καὶ τὴν Ὀλυμπιακὴν τῆς γλώττης παραιτησάμενος σάλπιγγα καὶ πρὸς τὴν μέσην ἐκ τῆς ὑπάτης μεθαρμοσάμενος μειλίχιόν τι φθέγγῃ καὶ προσηνές, οἷον οὔτε ἡ μελοποιὸς ᾖσε Σαπφὼ οὔτε ἡ Θηβόθεν σειρὴν οὔθ' ἡ Ἀνακρεόντειος μοῦσα οὔτε ἡ Ὀρφικὴ λύρα οὔθ' ὁ στεφανηφόρος Μελέαγρος. ὃ δέ με μικροῦ παρέδραμεν. ἀλλὰ πῶς τοῦτο θαυμάσομαι, ἐπεὶ καὶ τὸ παράδειγμα κρεῖττον λόγου καὶ ἐνθυμήματος; ἦν γὰρ ὅτε ἄβατος ὁ οὐρανὸς ἦν· ἀφ' οὗ δὲ κλίνας τοῦτον Χριστὸς κατελήλυθεν, ἐν πολλοῖς ὥσπερ ἀνέῳγε μέρεσι. καὶ ὁ μὲν πρὸς τὴν ἰσημερινὴν ἄνεισιν εἴσοδον, ὁ δὲ διὰ τῶν ἄρκτων εἰσβάλλει καὶ ἄλλος χωρεῖ διὰ τῶν τροπῶν καὶ ἕτερος πρὸς πόλον μετακλίνει τὸν νότιον. καὶ ταῦτα τίνες; λῃσταὶ καὶ τελῶναι καὶ οἱ πεφορτισμένοι καὶ καμόντες τοῖς ἁμαρτήμασιν. ἦν οὖν ὅτε καὶ τὰ βασίλεια κύκλῳ μοχλοῖς ἠσφάλιστο σιδηροῖς. ἀναπνοαὶ δέ που βραχεῖαι ἐν πυθμέσι γῆς ἀνεῴγασιν, ἀφ' ὧν ἔδει τὸν εἰσιέναι προστεταγμένον ὥσπερ τινὰ ὄφιν διείροντα ἑαυτὸν καὶ συστέλλοντα ἐκεῖθεν γενέσθαι ἀποξυσθέντα τὴν λεβηρίδα καὶ πᾶσαν συντριβέντα τὴν ἁρμονίαν τοῦ σώματος. εἰσιόντι δέ οἱ ὥσπερ ἐν ζωγρείῳ θηρίον ὁ βασιλεὺς κατεφαίνετο· ἀλλ' οὕτως, ὁπότε τὸ ἆσθμα ἐκεῖνον ἀπολελοίπει, εἰσαγγελεῖς δὲ καὶ ἐξαγγελεῖς πρῶτα τοῦτον ὥσπερ ἐν σκηναῖς οἱ μὲν προσῆγον, οἱ δ' ἀντώθουν, καὶ Σκύθαι τινὲς ἐδεδίττοντο κομῶντες Εὐβοϊκῶς, βάρβαροι καὶ τὴν γλῶτταν καὶ τὴν ψυχήν. Νῦν δὲ τί; ἄρρητος ἡ ἀλλοίωσις. οὐ γὰρ κατὰ μέρη ἡ εἴσοδος, ἀλλ' ὁ κύκλος ἀποτετείχισται καὶ ἀφῄρηται ὁ φραγμός. ὁμοῦ τε γὰρ εἴσεισι καὶ τὸν βασιλέα ὁρᾷ, οὐ μετὰ λαίλαπος καὶ νεφῶν οὐδ' ὡς πῦρ φλέγοντα ἢ πέλεκυν κόπτοντα, ἀλλ' ὡς δρόσον καὶ ἄνθος καὶ μαργαρίτην καὶ λίθον χλοάζοντα καὶ ἀκτῖνα ἥμερον ἐπιλάμπουσαν, τοῖς μὲν βραβεύοντα τὸ εὐθύ, τοῖς δὲ ἀφεικότα τὰς ὀφειλάς, τοῖς δὲ καὶ προσεπιδιδόντα τὰ κρείττονα. εἰ δέ ποτε καὶ τὴν βασίλειον διασκευάζοι σκηνήν, ὡς πάντα μέτρια καὶ φιλάνθρωπα, ὁ τοῖς ὅλοις ἐφεστηκὼς πρεσβυτικὸς καὶ τὸ εἶδος καὶ τὴν ψυχήν, ὁ γραμματοεισαγωγεύς, ὁ ἀγγελιαφόρος, ὁ περιφράττων τὰ περισκήνια, ὁ τὴν ἑτοιμασίαν καταποικίλλων, οἱ τῶν ἀδύτων ἐντός, οἱ πρὸ τοῦ θείου καταπετάσματος, πάντες τὴν γνώμην εὐθεῖς, τὴν φύσιν πραεῖς, τὴν ψυχὴν προσηνεῖς, τὸν λογισμὸν εὐσταθεῖς, μεμορφωμένοι πρὸς τὸ πρωτότυπον, οὕτως ἡ ∆ίκη ἐξ οὐρανοῦ καταβᾶσα πρὸς γῆν οὐκ εὐθὺς ἀνέπτη ἐπισπασαμένη ἀχλύν, ἀλλὰ πρῶτα μὲν ἐν ἱεροῖς ἀδύτοις τοῖς σοῖς ἤθεσιν ἐνεσκήνωσεν· ἔπειτα διὰ τῆς σῆς ψυχῆς ἀφανῶς προϊοῦσα πανταχόσε φοιτᾷ. Ἀλλὰ πᾶς μὲν βασιλεὺς εὐνομεῖσθαι βούλεται τὸ ὑπήκοον, ἢν μὴ βούληται πρὸς τὴν γείτονα τυραννίδα ἐξολισθαίνειν· ἐνδεῶς δὲ κεκτημένος τὴν σύνεσιν βασιλεύει μὲν τοῖς βουλεύμασι, τοῖς δὲ πράγμασι τυραννεῖ. σοὶ δὲ τὸ δραστήριον μᾶλλον αὐξάνει τὸ