ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἢ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου; Ἐπειδὴ δὲ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον <δ'> ἐναλλάξας τὴν λέξιν ἀνέγραψε καὶ ὁ Μᾶρκος ποιήσας· «καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ», ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης· οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητάς, ἔχει δέ τι πλεῖον τὸ «τοὺς μαθητὰς αὐτοῦ» παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. Τάχα οὖν ἵνα καὶ τῇ λέξει παραστῶμεν, οἱ μὲν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ· ὁ δὲ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων καὶ ἐναντίου ἀνέμου, οὐκ ἂν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισ θεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. Ἀναγκάζει μὲν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν καὶ ἐπέκεινα τῶν περι στάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. Οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης καὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων καὶ τῶν ἐναντίων ἀνέμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τὸ πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. ∆ιόπερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ' ἑαυτοῖς πράξαντας, ἵνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν αὐτῷ μὴ ἔχουσαν κύματα οὐδὲ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. Καὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ' ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Πέτρος εἶπε· Κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ' ἐπὶ τὰ ὕδατα· ὅστις κατὰ τὰς ἀρχάς, εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ, καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ' ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν, ἐπεὶ δὲ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. Καὶ ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς αὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ. 11.6 Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ, ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ' αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. Παρα τήρει δέ, ἐπεὶ «πιστὸς ὁ θεός», οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπὲρ ὃ δύνανται, τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον, ὡς ἰσχυρο τέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον, ἕως ἄξιοι τῆς θείας βοηθείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ δυνηθῶσιν> ἀναβάντος αὐτοῦ διαπεράσαι καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ, τοὺς δὲ ὄχλους ἀπολύσας, οὐ λαβόντας πεῖραν ὡς ἀσθενεσ τέρους πλοίου καὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Περὶ τίνος δὲ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δὲ τῶν μαθητῶν, ἵνα ἀναγκασθέντες ὑπ' αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ' ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ' ὑπὸ τοῦ ἐναντίου ἀνέμου; Καὶ θαρρήσας εἴποιμι ἂν ὅτι, διὰ τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχήν, οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης καὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων. Ὁ μὲν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, εἴ ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνη σκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος