βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού, ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ». 16.2 εἴπερ οὖν θέλεις συλληφθῆναι ὑπὸ τῶν θηρευτῶν, ὅρα μὴ τὰς διατριβὰς ποιήσῃ ἐν ταῖς κοιλάσι μηδὲ κάτω που διατρίψῃς, ἀλλὰ ζήτει τὰ ὄρη. ἀνάβα εἰς τὸ ὄρος ὅπου Ἰησοῦς μετεμορφώθη, ἀνάβα εἰς τὸ ὄρος ἐφ' οὗ «ἰδὼν τοὺς ὄχλους ἀναβέβηκεν» ὁ Ἰησοῦς, καὶ ἠκολούθησαν αὐτῷ οἱ μαθηταί, ἔνθα «ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδαξε λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν» καὶ τοὺς ἑξῆς τούτων μακαρισμούς. Καὶ οὐκ ἔξεστί γε τούτοις τοῖς θηρευταῖς ἀλλαχόθεν συλλαβεῖν ἢ ἀπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν. ταῦτα γὰρ τὰ τρία λέλεκται ἐν τῷ προφήτῃ· «ἀποστελῶ γὰρ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω <παντὸς ὄρους καὶ> ἐπάνω παντὸς βουνοῦ καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν». πόθεν οὖν νοήσω τὰς πέτρας καὶ τὰς ἐν ταῖς πέτραις τρυμαλιάς; ἔρχομαι ἐπὶ τὴν Ἔξοδον, ζητῶ ἴχνος εὑρεῖν διηγήσεως τῶν τρυμα λιῶν τῶν πετρῶν, εὑρίσκω Μωσέα ἐκεῖ βουλόμενον γνῶναι τὸν θεόν, καὶ τὸν θεὸν ἐπαγγελλόμενον αὐτῷ καὶ λέγοντα· «ἰδού, θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ κατανοήσεις μου τὰ ὀπίσω· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι». ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τῆς πέτρας, τίνα τρόπον ὁ ἐπὶ τῆς πέτρας στὰς καὶ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν. τίς οὖν ἐκείνη ἡ πέτρα ἡ μία; «ἡ πέτρα δὲ ἦν ὁ Χριστός»· «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας», καὶ «ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου» ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ λέγεται Ψαλμῷ. τίς ἡ ὀπὴ ἡ ἐν τῇ πέτρᾳ; ἐὰν ἴδῃς τὴν Ἰησοῦ ἐπιδημίαν, ὅλον αὐτὸν νοήσας πέτραν, ὄψει τὴν ὀπὴν κατὰ τὴν ἐπιδημίαν αὐτοῦ, δι' ἧς ὀπῆς θεωρεῖται τὰ μετὰ τὸν θεόν. τοιοῦτον γὰρ νοεῖται ἐν τῷ «καὶ ὄψει τὰ ὀπίσω μου». 16.3 Ἀλλ' εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος ἔχει ὀπὴν δι' ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομένων ὑπ' αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν. ἀφ' ἧς ὀπῆς ἢ τρυμαλιᾶς ὄψει διὰ μὲν Μωσέως τὸν νόμον, διὰ δὲ Ἡσαΐου τὴν προφητείαν αὐτοῦ, διὰ δὲ Ἱερεμίου ἄλλους λόγους θεοῦ. εἰ δὲ καὶ ἄγγελος ἔσται λαλῶν, ὡς ἐλάλησε κατὰ τὸ εἰρημένον ἐν τῷ «ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί», κἀκεῖ ἵσταμαι ἐπὶ τοῦ ἀγγέλου, καὶ βλέπω κἀκεῖ πέτραν καὶ ὀπὴν πέτρας καὶ βλέπω ἀγγελικῶς τὸν θεόν. 16.4 ἀλλὰ παραδείγματός μοι χρεία, ἵνα παραστήσω, πῶς ἔστιν ἐλθόντα ἐπὶ ἄγγελον καὶ δι' ἀγγέλου τὸν θεὸν ἰδεῖν. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ· «ὤφθη ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου τῷ Μωσεῖ. καὶ ὁρᾷ Μωσῆς, ὅτι ὁ βάτος καίεται πυρί, καὶ ὁ βάτος οὐ κατακαίεται». καὶ οὐκ εἶπεν ἡ γραφή, ὥσπερ εἶπε κατὰ τὴν ἀρχὴν ὅτι «ὤφθη ἄγγελος», οὕτως εἶπεν ὅτι ἄγγελος κυρίου, ἀλλ' «ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». ἦν οὖν ἐκεῖ ὁ θεὸς ἐν τῷ ἀγγέλῳ θεωρούμενος, ὡς διὰ τῆς πέτρας θεὸς γινωσκόμενος καὶ τῆς ὀπῆς τῆς ἐν αὐτῷ. Οὐκ οἶδας οὖν, πότε πέμπονται οἱ θηρευταί. διὰ τοῦτο μηδέ ποτε ἀπὸ τῶν ὀρέων καταβῇς μηδὲ καταλίπῃς τοὺς βουνοὺς μηδὲ ἔξω γίνου τῶν τρυμαλιῶν τῶν πετρῶν· ἐὰν γὰρ ἔξω εὑρεθῇς, λεχθήσεταί σοι ὡς ἔξω τυγχάνοντι καὶ λέγοντι τὰ τῶν ἔξω· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται»; λεχθήσεται [σοι ταῦτα· λεχθήσεται] δέ σοι [καὶ] ταῦτα, ἐὰν φάσκῃς· «καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ