23
φυγεῖν, ἐν ταῖς κοιλότησι κρυφθέντας τῆς γῆς; "Ποῦ γὰρ, φησὶ, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τῶν τοίνυν ἠριθμημένων πρόσθε κακῶν μία τίς ἐστιν ἀπαλλαγὴ, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, εἰς τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, ὅπου καὶ Μωϋσῆς ἐτέθη μέλλων ἰδεῖν τὸν Θεόν. Καὶ τὸ, Κρυφθῆναι τῇ γῇ θάπτοντας ἑαυτοὺς διὰ τοῦ βαπτίσματος, ὡς ἂν συνταφέντες αὐτῷ, καὶ τεθνηκότες τῇ ἁμαρτίᾳ ἐν καινότητι ζωῆς περιπατήσωμεν. Οὕτω γὰρ ἐκκλίνομεν ἀπὸ τοῦ φόβου Κυρίου θραύοντος τὴν γῆν, τὰ γήϊνα καὶ τὸν χοϊκὸν, ἵνα τὴν ἐν τῷ πνευματικῷ ζωὴν ἀνεμπόδιστον ἔχωμεν. Οὕτω δὲ φθᾶσαι τὴν μετ' ἰσχύος αὐτοῦ καὶ δόξης ἀνάστασιν. Καὶ ἵνα μὴ νομίσῃς ἀναχώρησιν ἀπὸ Θεοῦ συμβουλεύειν σωματικὴν, δείκνυσιν ἐξ ὕψους ἀποσκοπεύοντα τὸν Θεὸν οὐδὲν τῶν κάτω λανθάνειν. Ταπεινὸς δὲ ἄνθρωπος οὐδὲν ὢν ἐν παραθέσει Θεοῦ, ἢ ὁ τὴν ἀλαζονείαν ἀποθεὶς μετρίῳ φρονήματι, ἢ ὁ πεσὼν ἐξ ὕψους δι' ἁμαρτίαν· ἐν ἐπαίνῳ δὲ νῦν ἡ τοῦ ὕψους τῶν ἀνθρώπων ταπείνωσις εἴρηται, ἀποτιθεμένου τοῦ ματαίου φρονήματος πρὸς τὴν ἰδίαν ἀπανιόντων ἀξίαν. Ἐπὶ κακῷ γὰρ ἐλέγετο τὸ, ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Νῦν γὰρ ὁ λόγος περὶ τῶν ὑποφυγόντων τῇ πέτρᾳ καὶ συνταφέντων Χριστῷ. Τὸ γὰρ ταπεινὸν ἐπιγνόντες τῆς φύσεως, μόνῳ τὸ, ὕψος μαρτυροῦσι Θεῷ, Ἐκείνῃ δὲ, φησὶ τῇ ἡμέρᾳ, ὥσπερ ὡμολογημένης διαλεγόμενος, ἢ μὴ σωματικὸν φῶς ἄρχον καὶ λῆγον ἀποτελεῖ, ἀλλ' ἔστιν ἀκίνητος, ὁμοῖα πρὸς ἑαυτήν· ἐν ᾗ μόνος, φησὶν, ὑψωθήσεται Κύριος Πᾶν γὰρ ὕψος, καὶ πᾶσα λαμπρότης, κἂν αὐτῶν εἴη τῶν νοερωτέρων δυνάμεων, τῇ τῆς θείας ὑπερβολῇ δόξης ἀφανίζεται· πᾶν τε μέγα προφητῶν τε, καὶ ἀποστόλων, καὶ τῶν ἐν οὐρανῷ πάντων, ἐκείνου φανέντος, ταπεινωθήσεται. Πρὸς ἡμᾶς γὰρ τοὺς πτωχοτέρους μεγάλα ταῦτα καὶ ὑψηλά. Πρὸς αὐτὸν γὰρ, οὐδεὶς οὐ δυνατὸς, οὐ σοφός. Πρὸς ὃν καὶ Μωϋσῆς ἰσχνόφωνος καὶ βραδύγλωσσος, καὶ Ἀβραὰμ γῆ καὶ σποδός. Ὡς γὰρ φῶς καὶ λυχνία ὄντα τῷ φωτὶ τῆς σταθερᾶς μεσημβρίας ὑπεραυγάζονται· τὴν ἡμέραν δὲ Κυρίου, φησὶν, ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Ἀρχὴ γὰρ αὐτὴ κακῶν. Κόρῳ γὰρ 1888 ἐξυβρίσας ὁ διάβολος ἀπέστη Θεοῦ κοινωνοὺς ἑτέρους λαβὼν, λέγων· "Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου·" ἄλλα τε εἰπὼν ἔφη· "Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Ἐχρῆν τοίνυν ἐντεῦθεν ἄρξασθαι τὴν ἐκδίκησιν. Προηγεῖται δὲ τῆς ὑπερηφανίας ἡ ὕβρις. Ὁ γὰρ τοὺς ἄλλους διαπτύων, ἀλαζονείαν προοιμιάζεται. Τὸ ὑπερφαίνεσθαι γὰρ ἡ ὑπερηφάνεια δηλοῖ. Κολάζεται γὰρ ὁμοιοτρόπως τὰ συγγενῆ πλημμελήματα. Τῇ δὲ σχέσει διαφέρει τούτων ὁ ὑψηλὸς καὶ μετέωρος. Καὶ καθ' ἑαυτὸν γὰρ ὢν ἑαυτὸν ὑψοῖ καὶ ἐπαίρει, διὰ κουφότητα μηδὲν ἔχων ἐστηριγμένον. Ἑαυτὸν δὲ ἀγνοήσας κολάζεται. Ἁμαρτία γὰρ, φησὶν, ἐστὶν ὁ μετεωρισμός. Τοὺς ἀναισθήτως δὲ φυσιουμένους, κέδρους τοῦ Λιβάνου καλεῖ. Ὑψηλαὶ γὰρ αὐταὶ λίαν ἀχρήστους ποιοῦσαι καρποὺς, οὐ γηρῶσαι ῥᾳδίως, οὔτε κατασηπόμεναι. Πλήρης δὲ πάσης ἦν εἰδωλολατρείας ὁ Λίβανος· καὶ τὰς ἐμφιλοχωρούσας αὐτῷ δυνάμεις ὀλεθρίας αἱ κέδροι σημαίνουσι, τὰ τῆς πονηρίας ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· περὶ ὧν, φησὶν ὁ ∆αβίδ· "Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου." Σημαίνουσι δὲ καὶ τὰ ἤθη τὰ διακενῆ ἐπαιρόμεναι χωρὶς ὑποκειμένων καρπῶν· ἔστι γὰρ ἐπί τινι τῶν πλεονεκτημάτων, εἰ καὶ κακῶς, ὅμως δι' αἰτίαν ἐπαίρεσθαι. Καὶ πῶς οὗτοι, Λιβάνου; Πρῶτον μὲν, ὅτι δαιμονιῶδες πᾶν ἔπαρμα· ἔπειτα, ὅτι τὰ ἐπ' ὄρους δένδρα, ἀλλοτρίῳ ὕψει μείζονά πως δοκεῖ. Τοιοῦτοι δὲ καὶ οἱ τοῖς μὴ ἐφ' ἡμῖν ἐπαιρόμενοι. Εὕροις δ' ἂν καὶ κέδρους ἐπαινουμένας. "Χορτασθήσονται γὰρ τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσε." Καὶ "Αἰνοῦσι τὸν Κύριον ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι." ∆είκνυται γὰρ, ὡς οὐδὲν τῇ φύσει κακόν. Παρ' ἑαυτὸν δέ τις ἀλλοτριοῦται Θεοῦ, καὶ συνάπτεται. Αὐταὶ δὲ τοῦ Λιβάνου κοπτόμεναι (ὅ περ ἐστὶν εἰδωλολατρείας) εἰς τὴν κατασκευὴν παραλαμβάνονται τοῦ ναοῦ· μένουσαι δὲ κατ' αὐτὴν συντρίβονται. Καθόλου μέν τοι, καὶ τὰ τῶν ζώων ἤθη, καὶ τὰ τῶν φυτῶν