καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄλλων πολλῶν οἱ στρατηγοὶ εἰς τὴν πόλιν εἰσάγουσιν. ἐκ τούτου γίνεται γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ. καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ τῶν πολέμων ἀνδραγαθήματα· ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξεκέχυτο, καὶ τοῦτον μόνον ἐνόμιζεν εἶναι τὸν θεραπεύοντα αὐτόν. 27. Τῷ ʹ αὐτοῦ ἔτει κτίζει στάβλον τῶν ἵππων αὐτοῦ, κοσμήσας αὐτὸν μαρμάροις καὶ ὑδάτων ἐπιρροαῖς παντοιοτρόπως. τελεσθέντος δὲ ὑποδεικνύει τὴν ἄλογον κατασκευὴν τοῦ οἴκου, βουλόμενος ἐπαινεθῆναι, Πέτρῳ τινὶ λογίῳ καὶ σκωπτικῷ ἀνδρί, ὃν καὶ Πτωχομάχην ἐκάλουν, καὶ φησὶν ὡς ἀεὶ μνημονεύεσθαι ὀφείλω διὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν. καὶ ὁ Πέτρος τῷ βασιλεῖ 667 φησίν "Ἰουστινιανὸς ἔκτισε τὴν μεγάλην ἐκκλησίαν κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ μαργάροις πολυτίμοις, καὶ ἡ μνήμη αὐτοῦ νῦν οὐκ ἔστι· καὶ σύ, βασιλεῦ, κοπρῶνα ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν λέγεις μνημονεύεσθαι διὰ τοῦτο;" ὁ δὲ ὀργισθεὶς ὡς τοῦ ἐπαίνου ἀποτυχὼν τυπτόμενον καὶ συρόμενον αὐτὸν ἐξήγαγεν. 28. Τῷ ζʹ αὐτοῦ ἔτει, φήμης διαθεούσης ὡς Βάρδας ὁ Καῖσαρ τῇ νύμφῃ αὐτοῦ Εὐδοκίᾳ συμφθείρεται, ὁ πατριάρχης Ἰγνάτιος πολλάκις τούτῳ παραινεῖ ἀποσχέσθαι τοῦ κακοῦ. ὁ δὲ μὴ πειθόμενος μᾶλλον ἐνεῖχε τῷ πατριάρχῃ, σωφρονεῖν αὐτὸν κατεπείγοντος. καὶ δή ποτε μέλλοντος κοινωνεῖν τοῦ Βάρδα, ὁ πατριάρχης ὡς ἀνάξιον ἀπώσατο· ὃς ὀργῆς πληγεὶς τὴν ψυχὴν τὸν παραινέτην ὡς ἄνομον καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε, καὶ παραιτήσασθαι ἀναγκάζων βασάνοις ἀπείροις ὑπέβαλεν. παραδίδωσι γὰρ αὐτὸν τῷ Θεοδοσίῳ τῷ Μωρῷ λεγομένῳ καὶ τῷ Γοργονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτελόπτῃ, οἳ καὶ περιέκλεισαν αὐτὸν ἐν τῇ τοῦ Κοπρωνύμου λάρνακι γυμνὸν χειμῶνος ὥρᾳ. ἔνθεν τῇ ἀνάγκῃ τοῦ κρύους ἐκ τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. οὕτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ καρτερικώτατος οὐκ ἐφθέγξατό τι πρὸς κύριον πονηρόν. τοιγαροῦν διανίστησιν αὐτῷ κύριος Κωνσταντῖνον τὸν Ἀρμένιον παραμυθούμενον αὐτῷ· καὶ γὰρ ἀγγείδιον οἴνου καὶ ἄρτον καὶ μῆλα, τοὺς κακοποιοὺς κατὰ χώρας λανθάνων, τῷ ὁσίῳ εἰσῆγε, καὶ τῆς 668 λάρνακος αὐτὸν καταβιβάζων ἐκούφιζε τὸ πολὺ τῆς συμφορᾶς μέχρι τῆς ἐκείνων ἐλεύσεως. τούτοις ὑποβαλὼν Βάρδας ὁ Καῖσαρ τὸν ὅσιον, ἐπεὶ τὴν παραίτησιν αὐτοῦ λαβεῖν οὐκ ἠδυνήθη, Φώτιον πρωτοασηκρῆτις ἀντ' αὐτοῦ χειροτονεῖ πατριάρχην. ἐξώρισεν δὲ Ἰγνάτιον ἐν τῇ νήσῳ Τερεβίνθου, ἐν ᾗ καὶ ἐταλαιπωρεῖτο, μυρία καθ' ἑκάστην πρὸς τὸ παραιτήσασθαι ὑπομένων. εἶτα φέρουσιν αὐτὸν εἰς τὴν Ἱερείαν δέσμιον, καὶ κατακλείουσιν εἰς μάνδραν Αἰγῶν. εἶτα εἰς τὰ Προμούντου ἀγαγόντες, Λέων ὁ Λαλάκων τοῖς ῥαπίσμασι τὰς σιαγόνας αὐτοῦ συνέθλασεν ὡς δύο μύλους αὐτοῦ ἐκπεσεῖν. εἶτα μοχλῷ σιδηρῷ ἀνδροφόνῳ τοὺς πόδας προσηλώσαντες ἐν μικρᾷ εἱρκτῇ καὶ στενῇ κατέκλεισαν, καὶ μετ' ὀλίγας ἡμέρας εἰς τὰ Νούμερα σιδηροδέσμιον καθεῖρξαν. ἐκεῖθεν εἰς Μιτυλήνην τὴν νῆσον τοῦτον ἐξώρισαν, καὶ τοὺς μητροπολίτας ἐν φυλακαῖς ἄλλον ἀλλαχοῦ διεσκόρπισαν. 29. Ἄξιον δὲ καὶ περὶ Φωτίου ὀλίγα διαλαβεῖν. οὗτος ὁ Φώτιος υἱὸς Σεργίου σπαθαρίου ἦν, οὗ τινὸς ὁ πατὴρ Ζαχαρίας ὠνόμαστο, ὃς πάλιν ἔσχεν υἱὸν Λέοντα βασι... ὁ γὰρ Σέργιος ἐθνικοῦ αἵματος ὤν, εἰς μοναστήριον γυναικεῖον εἰσπεπηδηκὼς καὶ μονάστριαν ἐκεῖθεν ἁρπάσας καὶ ταύτην ἀποσχηματίσας ἔλαβε γυναῖκα. μετὰ χρόνον τινὰ συνέβη τὸν ἅγιον Μιχαὴλ τὸν Σινάδου, φίλον Σεργίου ὄντα, εἰς τὴν οἰκίαν αὐτοῦ εἰσελθεῖν, καὶ τὴν γυναῖκα αὐτοῦ ἐνθεωρήσας ἔγκυον οὖσαν ἀπέστειλεν τὴν αὐτοῦ 669 ῥάβδον, πλῆξαι βουλόμενος αὐτήν, καὶ οὕτως εἶπεν "εἶθε ἦν τις ταύτην ἀποκτεῖναι δυνάμενος καὶ τὸ ἔμβρυον τὸ σὺν αὐτῇ. ὁρῶ γὰρ ἄλλην Εὔαν ὄφιν ἐγκυμονοῦσαν, καὶ τὸ ἔμβρυον ἄρσεν. καὶ τοῦτο κατὰ συγχώρησιν θεοῦ πατριάρχην ἐσόμενον βλέπω ἐπὶ ἀθετήσει τοῦ πανσέπτου καὶ τιμίου σταυροῦ. καὶ αὐτὸς εἰς ἀσέβειαν ἀποκλινεῖ, καὶ πολλοὺς εἰς σταυροπατίαν μεταστήσει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν πολλοὺς ταῖς πολυτρόποις αὐτοῦ στερήσει μηχαναῖς." πρὸς