De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τοῖς τῆς λιτῆς μανουαλίοις· ὁ δὲ σταυρὸς ἀνέρχεται καὶ ἵσταται ἐν τῇ βάσει ὄπισθεν τοῦ βασιλέως, ἔμπροσθεν τῆς πύλης τοῦ ναοῦ. Ὁ δὲ πατριάρχης ἀνέρχεται ἐν τῇ ἐκκλησίᾳ μετὰ τῶν κατὰ συνήθειαν ἀνερχομένων μετ' αὐτοῦ καθ' ἑκάστην καὶ ὁ κλῆρος ἵσταται κάτω μετὰ τοῦ κοινοῦ λαοῦ ἐξ ἀριστερᾶς τοῦ βασιλέως, καὶ τῆς ἐκτενοῦς τελουμένης, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρία καὶ προσεύχεται, καὶ πάλιν δίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ τῆς καταστάσεως, αὐτὸς δὲ πήγνυσιν αὐτὰ ἐν τοῖς τῆς λιτῆς μανουαλίοις. Καὶ παραυτίκα ὁ τῆς καταστάσεως διευθετεῖ τούς τε πατρικίους καὶ λοιποὺς ἄρχοντας τοὺς μέλλοντας δηριγεύειν τὸν βασιλέα, καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ παρτιάρχης, ἄρχονται ψάλλειν τὸ τροπάριν οἱ ψάλται· "Χριστὸς ἀνέστη." Κἀκεῖθεν δηριγευόμενος ὑπὸ τῶν προειρημένων, διέρχεται τὴν Μέσην λιτανεύων, τὸ δὲ τροπάριν ἐν τῇ τῆς λιτῆς περιόδῳ ἄρχεται ὁ τῆς καταστάσεως, καὶ ἀνελθὼν τὴν Μέσην, διέρχεται διά τε τῶν Ἀρτοπωλίων καὶ τοῦ Ταύρου. Καταλαβὼν τὸν ναὸν τῆς παναγίας Θεοτόκου τῶν ∆ιακονίσσης, ἐπιδίδωσιν ὁ βασιλεὺς τὸ λιτανίκιον, καὶ μέχρι τοῦ Φιλαδελφίου διελθών, ἐκκλίνει τὸ δεξιὸν μέρος, καὶ ἔρχεται διά τε τῶν Ὀλυβρίου καὶ τῶν Κωνσταντιανῶν μέχρι τοῦ Ἁγίου Πολυεύκτου. Ὑπαλλάξαςδὲ κἀκεῖσε κηρίον, καὶ λαβὼν ἕτερον κηρίον παρὰ τοῦ πραιποσίτου, διέρχεται τὴν Μέσην μέχρι τῶν Ἁγίων Ἀποστόλων, καὶ εἰσελθὼν εἰς τὸν νάρθηκα, καθέζεται ἐπὶ σελλίου προσμένων τὸν πατριάρχην. Καὶ τοῦ πατριάρχου καταλαβόντος μετὰ τῆς λιτῆς, οἱ μὲν κοινοὶ κλη 1.69 ρικοὶ καὶ οἱ πολιτικοὶ εἰσέρχονται εἰς τὸν ναὸν διὰ τῆς πλησίον οὔσης τῶν βασιλικῶν πυλῶν δεξιᾶς πύλης, τὰ δὲ ὀρφανὰ εἰσέρχονται διὰ τῆς μέσης πύλης· ὡσαύτως καὶ οἱ μητροπολῖται καὶ οἱ ἐπίσκοποι, εἰσερχόμενοι διὰ τῶν βασιλικῶν πυλῶν, προσκυνοῦσι τῷ βασιλεῖ, μὴ πίπτοντες κάτω. Πλησιάζοντος δὲ τοῦ πατριάρχου, ἀνίσταται ὁ βασιλεὺς καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι, ἀπέρχονται μέχρι τῶν βασιλικῶν πυλῶν, καὶ ὁ μὲν πατριάρχης ἄρχεται τελεῖν τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, ὁ δὲ βασιλεὺς ἅψας κηροὺς καὶ εὐξάμενος ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως· καὶ τοῦ πατριάρχου τελέσαντος τὴν εὐχήν, προσκυνεῖ ὁ βασιλεὺς τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ διέρχεται μέσον τοῦ ναοῦ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος, ἔρχεται εἰς τὴν σωλέαν, καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον. Ὁ δὲ βασιλεὺς εὐξάμενος, ὡς εἴθισται αὐτῷ, ἔμπροσθεν τῶν ἁγίων θυρῶν, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, καὶ λαβὼν παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ. Εὐξάμενοι δὲ εἰς τὸν τάφον τοῦ τε πατρὸς ἡμῶν Χρυσοστόμου καὶ τοῦ θεολόγου τοῦ Ἁγίου Γρηγορίου, καὶ ἅψαντες κηρούς, ἐξέρχονται ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης διὰ τῆς ἀριστερᾶς πλαγίας τοῦ θυσιαστηρίου, καὶ ἀπέρχονται ἐν τῇ σορῷ τοῦ Ἁγίου Κωνσταντίνου, κἀκεῖσε εὐξάμενοι, καὶ ἅψαντες κηρούς, ἐξέρχονται, καὶ ἀπέρχονται ἐν τοῖς τάφοις τῶν ἁγιωτάτων πατριαρχῶν Νικηφόρου καὶ Μεθοδίου· ἅψας δὲ κἀκεῖσε κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, εἰσέρχεται ἐν τοῖς τάφοις τῶν βασιλέων, καὶ ἅψας κἀκεῖσε κηρούς, ἐξέρχεται. Καὶ διέρχονται ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ 1.70 πατριάρχης διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ ναοῦ, ἤγουν τοῦ γυναικίτου, ἄντικρυ τοῦ θυσιαστηρίου, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὁ βασιλεὺς καὶ ὁ πατριάρχης, ὑποστρέφει πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς διέρχεται διὰ τοῦ γυναικίτου καὶ ἐξέρχεται εἰς τὸν νάρθηκα, καὶ ἐκκλίνας πρὸς τὸ ἐξ ἀριστερᾶς μέρος τοῦ λουτῆρος, οἱ μὲν πατρίκιοι ἵστανται ἔξωθεν τῆς πύλης τοῦ κοχλιοῦ, ὑπερευχόμενοι τὸν βασιλέα, ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, σπαθαροκανδιδάτων καὶ ἐπὶ τῶν οἰκειακῶν καὶ τῶν ἐπὶ τοῦ μαγλαβίου καὶ λοιπῶν, ἀνέρχεται διὰ τοῦ αὐτοῦ ἀριστεροῦ κοχλιοῦ ἐν τοῖς σεπτοῖς κατηχουμενείοις, τὰ δὲ βῆλα τὰ κρεμαμένα ἐν τοῖς κατηχουμενείοις σιλεντιάριοι ποιοῦσι, καὶ ἀπελθὼν ἵσταται ἐν τοῖς δεξιοῖς μέρεσι, ἔνθα εἴθισται αὐτῷ καθ' ἑκάστην προέλευσιν ἵστασθαι, καὶ τελεῖ τὴν θείαν λειτουργίαν· οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἀνέρχονται ὄπισθεν τοῦ βασιλέως διὰ τοῦ αὐτοῦ κοχλιοῦ, καὶ ἵστανται ἀπέναντι τοῦ θυσιαστηρίου, ἔνθα καὶ τὸ βασιλικὸν ἀντιμίσιον πρόκειται, ἐν ᾧ καὶ κοινωνεῖ ὁ βασιλεὺς ἐν ταῖς τοιαύταις προελεύσεσιν.